§3.113.1ὁ δὲ Γάιος ἅμα τῷ παραλαβεῖν τῇ κατὰ πόδας ἡμέρᾳ τὴν ἀρχήν, ἄρτι τῆς κατὰ τὸν ἥλιον ἀνατολῆς ἐπιφαινομένης, ἐκίνει τὴν δύναμιν ἐξ ἑκατέρας ἅμα §3.113.2τῆς παρεμβολῆς καὶ τοὺς μὲν ἐκ τοῦ μείζονος χάρακος διαβιβάζων τὸν ποταμὸν εὐθέως παρενέβαλε, τοὺς δʼ ἐκ θατέρου συνάπτων τούτοις ἐπὶ τὴν αὐτὴν εὐθεῖαν ἐξέταττε, λαμβάνων πᾶσι τὴν ἐπιφάνειαν τὴν πρὸς μεσημβρίαν.
ガイウスは、翌日になって指揮権を引き継ぐと同時に、ちょうど太陽が昇り始めた頃、双方から同時に軍を動かし、陣営から、大陣営の兵たちを川を渡らせて直ちに整列させ、もう一方の陣営の兵たちをこれらに連結させて同一の直線上に展開し、全員の正面が南を向くようにした。
§3.113.3τοὺς μὲν οὖν τῶν Ῥωμαίων ἱππεῖς παρʼ αὐτὸν τὸν ποταμὸν ἐπὶ τοῦ δεξιοῦ κέρατος κατέστησε, τοὺς δὲ πεζοὺς συνεχεῖς τούτοις ἐπὶ τῆς αὐτῆς εὐθείας ἐξέτεινε, πυκνοτέρας ἢ πρόσθεν τὰς σημείας καθιστάνων, καὶ ποιῶν πολλαπλάσιον τὸ βάθος ἐν ταῖς σπείραις τοῦ μετώπου·
そこでまず、ローマ人の騎兵を川そのものに沿って右翼に配置し、歩兵をこれらに続けて同一の直線上に展開したが、中隊の間隔を以前よりも狭く配置し、各大隊の奥行きを正面の幅よりも何倍も深くした。
§3.113.4τοὺς δὲ τῶν συμμάχων ἱππεῖς εἰς τὸ λαιὸν κέρας παρενέβαλε· πάσης δὲ τῆς δυνάμεως προέστησε τοὺς εὐζώνους ἐν ἀποστάσει.
また、同盟軍の騎兵を左翼に整列させ、全軍の前方には、距離を置いて軽装歩兵を配置した。
§3.113.5ἦσαν δὲ σὺν τοῖς συμμάχοις πεζῶν μὲν εἰς ὀκτὼ μυριάδας, ἱππεῖς δὲ μικρῷ πλείους τῶν ἑξακισχιλίων.
同盟軍を合わせると、歩兵は約八万人、騎兵は六千人をわずかに超える数であった。
§3.113.6Ἀννίβας δὲ κατὰ τὸν αὐτὸν καιρὸν τοὺς μὲν Βαλιαρεῖς καὶ λογχοφόρους διαβιβάσας τὸν ποταμὸν προεβάλετο τῆς δυνάμεως, τοὺς δὲ λοιποὺς ἐξαγαγὼν ἐκ τοῦ χάρακος καὶ περαιώσας κατὰ διττοὺς τόπους τὸ ῥεῖθρον ἀντετάττετο τοῖς πολεμίοις.
一方ハンニバルも同じ頃、バレアレス兵と槍投げ兵を川の向こうに渡らせて自軍の前方に配置し、残りの兵を陣営から引き出して二箇所で川を渡らせ、敵に対峙して整列させた。
§3.113.7ἐτίθει δʼ ἐπʼ αὐτὸν μὲν τὸν ποταμόν, ἐπὶ τῶν εὐωνύμων, τοὺς Ἴβηρας καὶ Κελτοὺς ἱππεῖς ἀντίους τοῖς τῶν Ῥωμαίων ἱππεῦσι, συνεχεῖς δὲ τούτοις πεζοὺς τοὺς ἡμίσεις τῶν ἐν τοῖς βαρέσι καθοπλισμοῖς Λιβύων, ἑξῆς δὲ τοῖς εἰρημένοις Ἴβηρας καὶ Κελτούς. παρὰ δὲ τούτοις τὸ λοιπὸν μέρος ἔθηκε τῶν Λιβύων, ἐπὶ δὲ τοῦ δεξιοῦ κέρως ἐπέταξε τοὺς Νομαδικοὺς ἱππεῖς.
彼は川そのものに沿った左翼に、イベリア人とケルト人の騎兵を、ローマ人の騎兵と対峙させて配置し、これらに続けて、重装のリビア兵の半数を歩兵として配し、その記述した者たちの次にイベリア人とケルト人を、そしてこれらの傍らにリビア兵の残りの部分を置き、右翼にはヌミディア人の騎兵を配備した。
§3.113.8ἐπεὶ δὲ πάντʼ ἐπὶ μίαν εὐθεῖαν ἐξέτεινε, μετὰ ταῦτα λαβὼν τὰ μέσα τῶν Ἰβήρων καὶ Κελτῶν τάγματα προῆγε καὶ τἄλλα τούτοις ἐκ τοῦ κατὰ λόγον παρίστανε ζυγοῦντα, μηνοειδὲς ποιῶν τὸ κύρτωμα καὶ λεπτύνων τὸ τούτων αὐτῶν σχῆμα, §3.113.9βουλόμενος ἐφεδρείας μὲν τάξιν ἐν τῇ μάχῃ τοὺς Λίβυας αὐτῶν ἔχειν, προκινδυνεῦσαι δὲ τοῖς Ἴβηρσι καὶ Κελτοῖς.
こうして全軍を一つの直線上に展開すると、その後、イベリア人とケルト人の中央の部隊を率いて前方へ進め、残りの部分もこれらに比例して整列するように並ばせ、その凸部を三日月形にし、彼ら自身のこの陣形を薄くしたが、これは、戦闘においてリビア兵たちに予備兵の役割を持たせる一方で、イベリア人とケルト人に先陣を切って戦わせることを望んだからであった。