§3.112.1τῇ δʼ ἐχομένῃ περὶ παρασκευὴν καὶ θεραπείαν παρήγγειλε γίνεσθαι πᾶσι.
翌日、彼は全員に準備と休養に専念するよう布告した。
τῇ δʼ ἑξῆς παρὰ τὸν ποταμὸν ἐξέταττε τὰ στρατόπεδα καὶ δῆλος ἦν μάχεσθαι σπεύδων τοῖς ὑπεναντίοις.
その翌日、彼は川に沿って自軍を整列させ、敵と戦闘を交えることを急いでいるのが誰の目にも明らかであった。
§3.112.2ὁ δὲ Λεύκιος δυσαρεστούμενος μὲν τοῖς τόποις, ὁρῶν δʼ ὅτι ταχέως ἀναγκασθήσονται μεταστρατοπεδεύειν οἱ Καρχηδόνιοι διὰ τὸν πορισμὸν τῶν ἐπιτηδείων, εἶχε τὴν ἡσυχίαν, ἀσφαλισάμενος ταῖς ἐφεδρείαις τὰς παρεμβολάς.
一方ルキウスは、その場所に不満を抱いていたが、食糧調達のためにカルタゴ軍が間もなく陣営を移さざるを得なくなることを見抜いて、自軍の陣営を守備隊によって固めながら、静観を保っていた。
§3.112.3Ἀννίβας δὲ χρόνον ἱκανὸν μείνας, οὐδενὸς ἀντεξιόντος, τὴν μὲν λοιπὴν δύναμιν αὖθις εἰς χάρακα κατέστησεν, τοὺς δὲ Νομάδας ἐπαφῆκε τοῖς ὑδρευομένοις ἀπὸ τῆς ἐλάττονος παρεμβολῆς.
しかしハンニバルは十分な時間待ち、誰も立ち向かって出てこなかったので、残りの全軍を再び陣営の内に引き揚げさせ、ヌミディア兵たちを放って、小陣営から水を汲みに出ている者たちを襲わせた。
§3.112.4τῶν δὲ Νομάδων ἕως πρὸς αὐτὸν τὸν χάρακα προσπιπτόντων καὶ διακωλυόντων τὴν ὑδρείαν, ὅ τε Γάιος ἔτι μᾶλλον ἐπὶ τούτοις παρωξύνετο, τά τε πλήθη πρὸς τὸν κίνδυνον ὁρμὴν εἶχεν καὶ δυσχερῶς ἔφερε τὰς ὑπερθέσεις.
ヌミディア兵たちが小陣営の土塁そのものにまで襲いかかり、水汲みを妨げたので、ガイウスはこれによっていよいよ激昂し、兵士たちの間でも戦闘への熱意が高まり、引き延ばされることを不満に思うようになった。
§3.112.5βαρύτατος γὰρ δὴ πᾶσιν ἀνθρώποις ὁ τοῦ μέλλειν γίνεται χρόνος·
実際、すべての人にとって待ち受ける時間こそが最も耐え難いものである。
ὅταν δʼ ἅπαξ κριθῇ, ὅ,τι ἂν ᾖ πάσχειν πάντων τῶν δοκούντων εἶναι δεινῶν ὑπομενετέον.
しかし、一度決断が下されれば、どのような苦難を被るとしても、恐ろしいと思われるすべてのことに耐え抜かねばならない。
§3.112.6εἰς δὲ τὴν Ῥώμην προσπεπτωκότος ὅτι παραστρατοπεδεύουσιν ἀλλήλοις καὶ συμπλοκαὶ γίνονται τῶν προκινδυνευόντων ἀνʼ ἑκάστην ἡμέραν, ὀρθὴ καὶ περίφοβος ἦν ἡ πόλις,
一方ローマには、両軍が互いに近くに布陣し、連日先遣隊の間で衝突が起きているという知らせが届き、街は緊迫と恐れに包まれていた。
§3.112.7δεδιότων μὲν τῶν πολλῶν τὸ μέλλον διὰ τὸ πολλάκις ἤδη προηττῆσθαι, προορωμένων δὲ καὶ προλαμβανόντων τὰ συμβησόμενα ταῖς ἐννοίαις, ἐὰν σφάλλωνται τοῖς ὅλοις.
多くの人々は、すでに何度も敗北を喫していたために将来を恐れ、もし全面的な大敗を喫したならば何が起こるかを心の中で見通し、予期していたからである。
§3.112.8πάντα δʼ ἦν τὰ παρʼ αὐτοῖς λόγια πᾶσι τότε διὰ στόματος, σημείων δὲ καὶ τεράτων πᾶν μὲν ἱερόν, πᾶσα δʼ ἦν οἰκία πλήρης, ἐξ ὧν εὐχαὶ καὶ θυσίαι καὶ θεῶν ἱκετηρίαι καὶ δεήσεις ἐπεῖχον τὴν πόλιν.
当時、彼らの間ではあらゆる神託がすべての人の口に上っており、あらゆる神殿もあらゆる家も前兆や奇異の報告で満ちていた。 それゆえに祈願や犠牲式、神々への哀願や懇請が街を満たしていた。
§3.112.9δεινοὶ γὰρ ἐν ταῖς περιστάσεσι Ῥωμαῖοι καὶ θεοὺς ἐξιλάσασθαι καὶ ἀνθρώπους καὶ μηδὲν ἀπρεπὲς μηδʼ ἀγεννὲς ἐν τοῖς τοιούτοις καιροῖς ἡγεῖσθαι τῶν περὶ ταῦτα συντελουμένων.
実際、ローマ人は危機に際して、神々をも人々をもなだめることに極めて真剣であり、このような時期にそれらのために執り行われることについては、何一つとして不体裁とも不名誉ともみなさないからである。