Humanitext Reader

波利比奥斯 · 历史 §3.113.1-3.113.9

坎尼会战中两军的布阵

第 272 段,共 1311 段 · 希腊语

内容简介

盖乌斯接管指挥权后,将罗马全军部署为面向南方的阵线,并加深了大队(cohorts)的纵深。对此,汉尼拔也率军渡河,将伊比利亚和凯尔特士兵部署在向前凸起呈新月形的中路,而将利比亚重装步兵作为预备队置于两翼。

§3.113.1ὁ δὲ Γάιος ἅμα τῷ παραλαβεῖν τῇ κατὰ πόδας ἡμέρᾳ τὴν ἀρχήν, ἄρτι τῆς κατὰ τὸν ἥλιον ἀνατολῆς ἐπιφαινομένης, ἐκίνει τὴν δύναμιν ἐξ ἑκατέρας ἅμα §3.113.2τῆς παρεμβολῆς καὶ τοὺς μὲν ἐκ τοῦ μείζονος χάρακος διαβιβάζων τὸν ποταμὸν εὐθέως παρενέβαλε, τοὺς δʼ ἐκ θατέρου συνάπτων τούτοις ἐπὶ τὴν αὐτὴν εὐθεῖαν ἐξέταττε, λαμβάνων πᾶσι τὴν ἐπιφάνειαν τὴν πρὸς μεσημβρίαν.
盖乌斯在次日接管指挥权的同时,正当旭日初升之际,从双方各自同时动员军队营垒,他让大营盘的士兵渡过河并立即列阵,同时将另一营盘的士兵与这些士兵相连,部署在同一条直线上,使全军的正面都面向南方。
§3.113.3τοὺς μὲν οὖν τῶν Ῥωμαίων ἱππεῖς παρʼ αὐτὸν τὸν ποταμὸν ἐπὶ τοῦ δεξιοῦ κέρατος κατέστησε, τοὺς δὲ πεζοὺς συνεχεῖς τούτοις ἐπὶ τῆς αὐτῆς εὐθείας ἐξέτεινε, πυκνοτέρας ἢ πρόσθεν τὰς σημείας καθιστάνων, καὶ ποιῶν πολλαπλάσιον τὸ βάθος ἐν ταῖς σπείραις τοῦ μετώπου·
于是,他将罗马人的骑兵部署在紧邻河流的右翼,将步兵紧接其后在同一条直线上展开,使中队的间距比以前更加紧密,并使各大队的纵深比其排面宽度多出数倍。
§3.113.4τοὺς δὲ τῶν συμμάχων ἱππεῖς εἰς τὸ λαιὸν κέρας παρενέβαλε· πάσης δὲ τῆς δυνάμεως προέστησε τοὺς εὐζώνους ἐν ἀποστάσει.
此外,他将盟军的骑兵部署在左翼;在全军的前方,他让轻装步兵拉开一定距离列阵。
§3.113.5ἦσαν δὲ σὺν τοῖς συμμάχοις πεζῶν μὲν εἰς ὀκτὼ μυριάδας, ἱππεῖς δὲ μικρῷ πλείους τῶν ἑξακισχιλίων.
连同盟国军队在内,步兵约有八万人,骑兵则略多于六千人。
§3.113.6Ἀννίβας δὲ κατὰ τὸν αὐτὸν καιρὸν τοὺς μὲν Βαλιαρεῖς καὶ λογχοφόρους διαβιβάσας τὸν ποταμὸν προεβάλετο τῆς δυνάμεως, τοὺς δὲ λοιποὺς ἐξαγαγὼν ἐκ τοῦ χάρακος καὶ περαιώσας κατὰ διττοὺς τόπους τὸ ῥεῖθρον ἀντετάττετο τοῖς πολεμίοις.
与此同时,汉尼拔派巴利阿里兵和标枪兵渡过河去,部署在己方军队的前方,随后将其余部队带出营垒,分两处渡过河川,与敌军对峙列阵。
§3.113.7ἐτίθει δʼ ἐπʼ αὐτὸν μὲν τὸν ποταμόν, ἐπὶ τῶν εὐωνύμων, τοὺς Ἴβηρας καὶ Κελτοὺς ἱππεῖς ἀντίους τοῖς τῶν Ῥωμαίων ἱππεῦσι, συνεχεῖς δὲ τούτοις πεζοὺς τοὺς ἡμίσεις τῶν ἐν τοῖς βαρέσι καθοπλισμοῖς Λιβύων, ἑξῆς δὲ τοῖς εἰρημένοις Ἴβηρας καὶ Κελτούς.
他在紧邻河流的左翼部署了伊比利亚人和凯尔特人的骑兵,与罗马人的骑兵相对峙,紧接其后部署了重装利比亚步兵的一半,紧随上述士兵之后的是伊比利亚人和凯尔特人。
παρὰ δὲ τούτοις τὸ λοιπὸν μέρος ἔθηκε τῶν Λιβύων, ἐπὶ δὲ τοῦ δεξιοῦ κέρως ἐπέταξε τοὺς Νομαδικοὺς ἱππεῖς.
在这些士兵旁边,他部署了利比亚人的其余部分,在右翼则部署了努米底亚骑兵。
§3.113.8ἐπεὶ δὲ πάντʼ ἐπὶ μίαν εὐθεῖαν ἐξέτεινε, μετὰ ταῦτα λαβὼν τὰ μέσα τῶν Ἰβήρων καὶ Κελτῶν τάγματα προῆγε καὶ τἄλλα τούτοις ἐκ τοῦ κατὰ λόγον παρίστανε ζυγοῦντα, μηνοειδὲς ποιῶν τὸ κύρτωμα καὶ λεπτύνων τὸ τούτων αὐτῶν σχῆμα, §3.113.9βουλόμενος ἐφεδρείας μὲν τάξιν ἐν τῇ μάχῃ τοὺς Λίβυας αὐτῶν ἔχειν, προκινδυνεῦσαι δὲ τοῖς Ἴβηρσι καὶ Κελτοῖς.
当他将全军在同一条直线上展开后,随后他率领伊比利亚人和凯尔特人的中央部队向前推进,并使其余部队按比例与他们相连并齐,使其凸起部分呈新月形,并使这部分人自身的阵线变得单薄,意在让其中的利比亚人在战斗中充当预备队,而让伊比利亚人和凯尔特人首先去冒险迎战。

词汇与语法注释

  1. §3.113.1ἅμα τῷ παραλαβεῖν — 连词 ἅμα 与带冠词的不定式(τῷ παραλαβεῖν)结合,表示时间的伴随或同时性(“在接管……的同时”)。
  2. §3.113.3ποιῶν πολλαπλάσιον τὸ βάθος ἐν ταῖς σπείραις τοῦ μετώπου — 属格 τοῦ μετώπου 作为比较属格修饰 πολλαπλάσιον,意为“使大队(cohorts)的纵深比正面(的宽度)多出数倍”。这解释了罗马军队在坎尼会战中采取的异常紧密且纵深极厚的战术部署。
  3. §3.113.8καὶ τἄλλα τούτοις ἐκ τοῦ κατὰ λόγον παρίστανε ζυγοῦντα — 分词 ζυγοῦντα 在此作不及物动词用,意为“整队、并齐”,作为 παρίστανε(“使……列于旁”)的补语。τούτοις 是指示代名词,指代向前推进的伊比利亚和凯尔特部队,而 ἐκ τοῦ κατὰ λόγον 意为“按比例地”或“渐次地”。
  4. §3.113.8λεπτύνων τὸ τούτων αὐτῶν σχῆμα — τούτων αὐτῶν(“这些人的自身”)指代前文刚提及的中路伊比利亚和凯尔特士兵。分词 λεπτύνων(“使变薄”)描述了由于他们中路向前推进呈新月形突出,导致该部分的纵深(阵线的厚度)变薄。

引用这一段

波利比奥斯, 历史 §3.113.1-3.113.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.113.1-3.113.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。