Humanitext Reader

ポリュビオス · 歴史 §3.114.1-3.114.8

両軍の武装の差異と指揮官の配置

273 / 1311 箇所 · ギリシア語

要旨

カンナエの戦いにおける両軍の装備の違いを説明し、両軍の指導者たちの布陣と、陣形の向きによる太陽の光の影響について記述する。

§3.114.1ἦν δʼ ὁ καθοπλισμὸς τῶν μὲν Λιβύων Ῥωμαϊκός, οὓς πάντας Ἀννίβας τοῖς ἐκ τῆς προγεγενημένης μάχης σκύλοις ἐκλέξας κατακεκοσμήκει·
リビア兵の装備はローマ式であったが、彼ら全員に対し、ハンニバルは以前の戦闘の戦利品から厳選して武装を整えさせていたのである。
§3.114.2τῶν δʼ Ἰβήρων καὶ Κελτῶν ὁ μὲν θυρεὸς ἦν παραπλήσιος, τὰ δὲ ξίφη τὴν ἐναντίαν εἶχε διάθεσιν·
一方、イベリア人とケルト人の盾はほぼ同様であったが、剣は正反対の性質を持っていた。
§3.114.3τῆς μὲν γὰρ οὐκ ἔλαττον τὸ κέντημα τῆς καταφορᾶς ἴσχυε πρὸς τὸ βλάπτειν, ἡ δὲ Γαλατικὴ μάχαιρα μίαν εἶχε χρείαν τὴν ἐκ καταφορᾶς, καὶ ταύτην ἐξ ἀποστάσεως.
というのも、前者の剣は、刺突が斬撃に劣らず殺傷に有効であったのに対し、ガラティアの剣は、斬撃という唯一の用途しか持たず、しかもそれには距離が必要であったからである。
§3.114.4ἐναλλὰξ δὲ ταῖς σπείραις αὐτῶν παρατεταγμένων, καὶ τῶν μὲν Κελτῶν γυμνῶν, τῶν δʼ Ἰβήρων λινοῖς περιπορφύροις χιτωνίσκοις κεκοσμημένων κατὰ τὰ πάτρια, ξενίζουσαν ἅμα καὶ καταπληκτικὴν συνέβαινε γίνεσθαι τὴν πρόσοψιν.
彼らが中隊ごとに交互に並び、ケルト人が裸である一方で、イベリア人が祖先の伝統に従って紫色の縁取りのある亜麻布のチュニックを着て装っていたため、その見栄えは奇異であると同時に恐怖を抱かせるものとなった。
§3.114.5ἦν δὲ τὸ μὲν τῶν ἱππικῶν πλῆθος τὸ σύμπαν τοῖς Καρχηδονίοις εἰς μυρίους, τὸ δὲ τῶν πεζῶν οὐ πολὺ πλείους τετρακισμυρίων σὺν τοῖς Κελτοῖς.
カルタゴ軍の騎兵の総数は約一万人、歩兵はケルト人を合わせて四万人をわずかに上回るにすぎなかった。
εἶχε δὲ τὸ μὲν δεξιὸν τῶν Ῥωμαίων Αἰμίλιος, §3.114.6τὸ δʼ εὐώνυμον Γάιος, τὰ δὲ μέσα Μάρκος καὶ Γνάιος οἱ τῷ πρότερον ἔτει στρατηγοῦντες.
ローマ軍の右翼はアエミリウスが指揮し、左翼はガイウスが、中央は前年に執政官を務めたマルクスとグナエウスが指揮した。
§3.114.7τῶν δὲ Καρχηδονίων τὸ μὲν εὐώνυμον Ἀσδρούβας εἶχε, τὸ δὲ δεξιὸν Ἄννων·
カルタゴ軍の左翼はハスドルバルが、右翼はハンノンが指揮した。
ἐπὶ δὲ τοῖς μέσοις αὐτὸς ἦν Ἀννίβας, ἔχων μεθʼ ἑαυτοῦ Μάγωνα τὸν ἀδελφόν.
そして中央にはハンニバル自身が、弟のマゴを伴って陣取った。
§3.114.8βλεπούσης δὲ τῆς μὲν τῶν Ῥωμαίων τάξεως πρὸς μεσημβρίαν, ὡς ἐπάνω προεῖπα, τῆς δὲ τῶν Καρχηδονίων πρὸς τὰς ἄρκτους, ἑκατέροις ἀβλαβῆ συνέβαινε γίνεσθαι τὴν κατὰ τὸν ἥλιον ἀνατολήν.
ローマ軍の陣形が先に述べたように南を向き、カルタゴ軍の陣形が北を向いていたため、双方にとって太陽の昇る光が目に入って妨げとなることはなかった。

語釈・文法注

  1. 3.114.1οὓς πάντας Ἀννίβας τοῖς ἐκ τῆς προγεγενημένης μάχης σκύλοις ἐκλέξας κατακεκοσμήκει — 関係詞節において、`οὓς` は先行詞 `των Λιβύων` を指す対格関係代名詞である。アオリスト分詞 `ἐκλέξας`(選んで)は、主動詞である過去完了の `κατακεκοσμήκει`(武装させていた)に時間的に先立つ「手段」または「前置動作」を表す副詞的分詞である。
  2. 3.114.3τῆς μὲν — 前文の `των δʼ Ἰβήρων` を受けて「前者の(剣)」を意味する女性単数属格。文脈上、女性名詞 `μάχαιρα`(剣)が省略されており、後ろの `ἡ δὲ Γαλατικὴ μάχαιρα`(ガラティアの剣)と対照関係にある。
  3. 3.114.4ἐναλλὰξ δὲ ταῖς σπείραις αὐτῶν παρατεταγμένων — 独立属格構文。`αὐτῶν`(彼ら、すなわちイベリア人とケルト人)が属格の主語、`παρατεταγμένων` が属格分詞である。これに続く `των μὲν Κελτῶν γυμνῶν`(分詞 `ὄντων` が省略)と `των δ' Ἰβήρων... κεκοσμημένων` もこの構造に組み込まれており、主節の動詞 `συνέβαινε` に対する状況を提示している。
  4. 3.114.5τετρακισμυρίων — 比較級の形容詞 `πλείους`(より多い)の後に置かれた「比較の属格」であり、「四万人よりも多く」を意味する。
  5. 3.114.8βλεπούσης δὲ τῆς μὲν των Ῥωμαίων τάξεως — 独立属格構文。`βλεπούσης` は属格分詞であり、`της μὲν των Ῥωμαίων τάξεως` および `της δὲ των Καρχηδονίων`(`τάξεως` が省略)を属格主語とする。主節 `ἑκατέροις ἀβλαβῆ συνέβαινε...` に対する状況や原因を提示している。

この箇所を引用する

ポリュビオス, 歴史 §3.114.1-3.114.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.114.1-3.114.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。