§3.104.1σταδίους.
スタディオン。
Ἀννίβας δὲ τὰ μὲν ἀκούων τῶν ἁλισκομένων αἰχμαλώτων, τὰ δὲ θεωρῶν ἐκ τῶν πραττομένων ᾔδει τήν τε τῶν ἡγεμόνων πρὸς ἀλλήλους φιλοτιμίαν καὶ τὴν ὁρμὴν καὶ τὴν φιλοδοξίαν τοῦ Μάρκου.
ハンニバルは、一部は捕らえられた捕虜たちから聞き、一部は実際の行動から観察して、ローマの指揮官たちの間の対抗意識や、マルクスの血気と名誉欲を知っていた。
§3.104.2διόπερ οὐ καθʼ αὑτοῦ, πρὸς αὑτοῦ δὲ νομίσας εἶναι τὰ συμβαίνοντα περὶ τοὺς ἐναντίους, ἐγίνετο περὶ τὸν Μάρκον, σπουδάζων τὴν τόλμαν ἀφελέσθαι καὶ προκαταλαβεῖν αὐτοῦ τὴν ὁρμήν.
それゆえ、敵に起こっている事態は自分に不利ではなく有利であると考え、マルクスに狙いを定め、彼の無謀さをくじき、その血気の機先を制することに努めた。
§3.104.3οὔσης δέ τινος ὑπεροχῆς μεταξὺ τῆς αὐτοῦ καὶ τῆς τοῦ Μάρκου στρατοπεδείας δυναμένης ἑκατέρους βλάπτειν, ἐπεβάλετο καταλαβεῖν ταύτην.
彼の陣営とマルクスの陣営の間には、双方を害しうるある高地が存在したため、彼はこれを占領しようと試みた。
σαφῶς δὲ γινώσκων ἐκ τοῦ προγεγονότος κατορθώματος ὅτι παρέσται βοηθῶν ἐκ χειρὸς πρὸς ταύτην τὴν ἐπιβολήν, ἐπινοεῖ τι τοιοῦτον.
そして、先の成功から、マルクスがこの試みに対して直ちに救援に駆けつけることをはっきりと見抜いていたので、彼は次のような策略をめぐらせた。
§3.104.4τῶν γὰρ τόπων τῶν περὶ τὸν λόφον ὑπαρχόντων ψιλῶν μέν, πολλὰς δὲ καὶ παντοδαπὰς ἐχόντων περικλάσεις κοιλότητας, ἐξέπεμψε τῆς νυκτὸς εἰς τὰς ἐπιτηδειοτάτας ὑποβολὰς ἀνὰ διακοσίους καὶ τριακοσίους, πεντακοσίους μὲν ἱππεῖς, ψιλοὺς δὲ καὶ πεζοὺς τοὺς πάντας εἰς πεντακισχιλίους.
丘の周囲の場所は、草木がないものの、多くの様々な起伏やくぼみを有していたため、彼は夜間に、最も適した待ち伏せ場所に二百人ずつ、三百人ずつ、総勢五千人にのぼる軽装兵や歩兵、そして五百人の騎兵を送り出した。
§3.104.5ἵνα δὲ μὴ πρῲ κατοπτευθῶσιν ὑπὸ τῶν εἰς τὰς προνομὰς ἐκπορευομένων, ἅμα τῷ διαυγάζειν κατελάμβανε τοῖς εὐζώνοις τὸν λόφον.
彼らが食糧徴発に出かける者たちに朝早く見つからないよう、夜明けとともに軽装兵にその丘を占領させた。
§3.104.6ὁ δὲ Μάρκος θεωρῶν τὸ γινόμενον καὶ νομίσας ἑρμαῖον εἶναι παραυτίκα μὲν ἐξαπέστειλε τοὺς ψιλούς, κελεύσας ἀγωνίζεσθαι καὶ διαμάχεσθαι περὶ τοῦ τόπου, μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς·
マルクスはこれを見て、好機到来と考えて直ちに軽装兵を派遣し、その場所をめぐって戦い抜くよう命じ、その後に騎兵を派遣した。
§3.104.7ἑξῆς δὲ τούτοις κατόπιν αὐτὸς ἦγε συνεχῆ τὰ βαρέα τῶν ὅπλων, καθάπερ καὶ πρότερον, ἑκάστων ποιούμενος
これらに続いて、その後ろから自らも重装歩兵を密に率いて進んだ。 以前と同様に、それぞれについて