Humanitext Reader

波利比奥斯 · 历史 §3.104.1-3.104.7

汉尼拔设伏与马尔库斯出兵争夺高地

第 263 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔看穿了罗马指挥官之间的竞争,在两军营地之间的高地周围设下伏兵以诱捕马尔库斯。马尔库斯中计,派兵争夺该丘陵。

§3.104.1σταδίους.
斯塔德。
Ἀννίβας δὲ τὰ μὲν ἀκούων τῶν ἁλισκομένων αἰχμαλώτων, τὰ δὲ θεωρῶν ἐκ τῶν πραττομένων ᾔδει τήν τε τῶν ἡγεμόνων πρὸς ἀλλήλους φιλοτιμίαν καὶ τὴν ὁρμὴν καὶ τὴν φιλοδοξίαν τοῦ Μάρκου.
而汉尼拔一方面通过被俘的俘虏听闻,另一方面通过观察实际的行动,得知了指挥官们彼此之间的竞争心,以及马尔库斯的冲动与虚荣心。
§3.104.2διόπερ οὐ καθʼ αὑτοῦ, πρὸς αὑτοῦ δὲ νομίσας εἶναι τὰ συμβαίνοντα περὶ τοὺς ἐναντίους, ἐγίνετο περὶ τὸν Μάρκον, σπουδάζων τὴν τόλμαν ἀφελέσθαι καὶ προκαταλαβεῖν αὐτοῦ τὴν ὁρμήν.
因此,他认为对手身上所发生的事情非但对自己不利,反而对自己有利,于是将注意力集中在马尔库斯身上,力图挫其锐气并抢先制服他的冲动。
§3.104.3οὔσης δέ τινος ὑπεροχῆς μεταξὺ τῆς αὐτοῦ καὶ τῆς τοῦ Μάρκου στρατοπεδείας δυναμένης ἑκατέρους βλάπτειν, ἐπεβάλετο καταλαβεῖν ταύτην.
在他自己的营地与马尔库斯的营地之间,有一处可能对双方造成危害的高地,他便企图占领它。
σαφῶς δὲ γινώσκων ἐκ τοῦ προγεγονότος κατορθώματος ὅτι παρέσται βοηθῶν ἐκ χειρὸς πρὸς ταύτην τὴν ἐπιβολήν, ἐπινοεῖ τι τοιοῦτον.
由于他从之前的成功中清楚地知道,马尔库斯对这一企图会立刻赶来救援,于是他想出了这样一个计划。
§3.104.4τῶν γὰρ τόπων τῶν περὶ τὸν λόφον ὑπαρχόντων ψιλῶν μέν, πολλὰς δὲ καὶ παντοδαπὰς ἐχόντων περικλάσεις κοιλότητας, ἐξέπεμψε τῆς νυκτὸς εἰς τὰς ἐπιτηδειοτάτας ὑποβολὰς ἀνὰ διακοσίους καὶ τριακοσίους, πεντακοσίους μὲν ἱππεῖς, ψιλοὺς δὲ καὶ πεζοὺς τοὺς πάντας εἰς πεντακισχιλίους.
因为那座山丘周围的地方虽然荒芜无木,但有许多且各色各样的褶皱和洼地,他在夜间将五百名骑兵以及总数达五千人的轻装兵和步兵,以两百人或三百人为一组,分批派往最合适的隐蔽处。
§3.104.5ἵνα δὲ μὴ πρῲ κατοπτευθῶσιν ὑπὸ τῶν εἰς τὰς προνομὰς ἐκπορευομένων, ἅμα τῷ διαυγάζειν κατελάμβανε τοῖς εὐζώνοις τὸν λόφον.
为了不让清晨外出搜集粮草的人过早发现他们,他在天刚亮时就派轻装部队占领了那座山丘。
§3.104.6ὁ δὲ Μάρκος θεωρῶν τὸ γινόμενον καὶ νομίσας ἑρμαῖον εἶναι παραυτίκα μὲν ἐξαπέστειλε τοὺς ψιλούς, κελεύσας ἀγωνίζεσθαι καὶ διαμάχεσθαι περὶ τοῦ τόπου, μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς· §3.104.7ἑξῆς δὲ τούτοις κατόπιν αὐτὸς ἦγε συνεχῆ τὰ βαρέα τῶν ὅπλων, καθάπερ καὶ πρότερον, ἑκάστων ποιούμενος
马尔库斯见此情景,以为这是意外之财,便立即派出了轻装兵,命令他们为争夺该地而战斗厮杀,随后又派出了骑兵;紧接着这些部队之后,他自己也像以前一样,率领重装步兵紧随其后排成连续的队列,对每一个……

词汇与语法注释

  1. 3.104.2πρὸς αὑτοῦ — 介词 `πρός` 连同属格(αὑτοῦ)表示“对某人有利”、“站在某人一边”。此处与前文的 `καθʼ αὑτοῦ`(对某人不利、反对某人)形成对比。
  2. 3.104.4τῶν γὰρ τόπων ... ὑπαρχόντων ... ἐχόντων — 属格绝对结构。`τῶν τόπων` 为主语,`ὑπαρχόντων` 和 `ἐχόντων` 作为分词修饰它。在语境中,该结构表示原因(因为……)。
  3. 3.104.7ποιούμενος — 本分块末尾的这一现在分词表明,句法结构延续到了下一句(下一分块),文章在此处中断。

引用这一段

波利比奥斯, 历史 §3.104.1-3.104.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.104.1-3.104.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。