§29.27.1ὅτι τοῦ Ἀντιόχου πρὸς Πτολεμαῖον ἕνεκεν τοῦ Πηλούσιον κατασχεῖν ἀφικομένου, §29.27.2ὁ Ποπίλιος ὁ τῶν Ῥωμαίων στρατηγός, τοῦ βασιλέως πόρρωθεν ἀσπαζομένου διὰ τῆς φωνῆς καὶ τὴν δεξιὰν προτείνοντος, πρόχειρον ἔχων τὸ δελτάριον, ἐν ᾧ τὸ τῆς συγκλήτου δόγμα κατετέτακτο, προύτεινεν αὐτῷ καὶ τοῦτʼ ἐκέλευσε πρῶτον ἀναγνῶναι τὸν Ἀντίοχον,
アンティオコスがペルシオンを占領するために到着したとき、ローマ人の将軍ポピリウスは、王が遠くから大声で挨拶し、右手を差し伸べてきたのに対し、元老院の決議が記された書板を手に持ちながら、それを彼に差し出し、まずこれを読むようアンティオコスに命じた。
§29.27.3ὡς μὲν ἐμοὶ δοκεῖ, μὴ πρότερον ἀξιώσας τὸ τῆς φιλίας σύνθημα ποιεῖν πρὶν ἢ τὴν προαίρεσιν ἐπιγνῶναι τοῦ δεξιουμένου, πότερα φίλιος ἢ πολέμιός ἐστιν.
私が思うに、彼は、歓迎の手を差し伸べている者の意図が、はたして味方であるのか敵であるのかを知るまでは、友情の挨拶を交わすに値しないと考えたからである。
§29.27.4ἐπεὶ δʼ ὁ βασιλεὺς ἀναγνοὺς ἔφη βούλεσθαι μεταδοῦναι τοῖς φίλοις ὑπὲρ τῶν προσπεπτωκότων, ἀκούσας ὁ Ποπίλιος ἐποίησε πρᾶγμα βαρὺ μὲν δοκοῦν εἶναι καὶ τελέως ὑπερήφανον·
しかし、王がそれを読んだ後、知らされた事柄について友人たちと相談したいと言ったのを聞いて、ポピリウスは、無礼で極めて傲慢に見える行動をとった。
§29.27.5ἔχων γὰρ πρόχειρον ἀμπελίνην βακτηρίαν περιέγραφε τῷ κλήματι τὸν Ἀντίοχον ἐν τούτῳ τε τῷ γύρῳ τὴν ἀπόφασιν ἐκέλευσε δοῦναι περὶ τῶν γεγραμμένων·
彼は手元にあったブドウの木の杖でアンティオコスの周りに丸を描き、この円の中で書面に対する返答をするように命じたのである。
§29.27.6ὁ δὲ βασιλεὺς ξενισθεὶς τὸ γινόμενον καὶ τὴν ὑπεροχήν, βραχὺν χρόνον ἐναπορήσας ἔφη ποιήσειν πᾶν τὸ παρακαλούμενον ὑπὸ Ῥωμαίων.
王はこの出来事と横柄な態度に戸惑い、しばらくの間ためらった後、ローマ人の要求することをすべて実行すると述べた。
οἱ δὲ περὶ τὸν Ποπίλιον τότε τὴν δεξιὰν αὐτοῦ λαμβάνοντες ἅμα πάντες ἠσπάζοντο φιλοφρόνως.
そこでポピリウスとその一行は、そのとき彼の右手を取り、皆で一斉に親しく挨拶を交わした。
§29.27.7ἦν δὲ τὰ γεγραμμένα λύειν ἐξ αὐτῆς τὸν πρὸς Πτολεμαῖον πόλεμον.
書面の指示内容は、プトレマイオスに対する戦争をただちに終結させることであった。
§29.27.8διὸ καὶ δοθεισῶν αὐτῷ τακτῶν ἡμερῶν, οὗτος μὲν ἀπῆγε τὰς δυνάμεις εἰς τὴν Συρίαν, βαρυνόμενος καὶ στένων, εἴκων δὲ τοῖς καιροῖς κατὰ τὸ παρόν·
そのため、指定された日数が彼に与えられると、彼は現状の形勢に屈し、不満を抱き嘆きつつも、軍をシリアへと撤退させた。
§29.27.9οἱ δὲ περὶ τὸν Ποπίλιον καταστησάμενοι τὰ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ παρακαλέσαντες τοὺς βασιλεῖς ὁμονοεῖν, ἅμα δὲ προστάξαντες αὐτοῖς Πολυάρατον ἀναπέμπειν εἰς Ῥώμην, ἀνέπλευσαν ἐπὶ τῆς Κύπρου, βουλόμενοι καὶ τὰς ἐκεῖ καθυπαρχούσας δυνάμεις ἐκβαλεῖν ἐκ τῆς νήσου κατὰ σπουδήν.
一方、ポピリウスの一行は、アレクサンドリアの状況を安定させ、双方の王に和合するよう勧め、同時にポリアラトスをローマに送還するよう彼らに命じた後、キプロスへと船出したが、これは島に駐留している軍勢をも速やかに退去させることを望んだからであった。
§29.27.10ἀφικόμενοι δὲ καὶ καταλαβόντες ἡττημένους μάχῃ τοὺς τοῦ Πτολεμαίου στρατηγοὺς καὶ καθόλου φερόμενα τὰ κατὰ τὴν Κύπρον ἄνω καὶ κάτω ταχέως ἀνέστησαν τὸ στρατόπεδον ἐκ τῆς χώρας καὶ παρήδρευσαν, ἕως ἀπέπλευσαν αἱ δυνάμεις ἐπὶ Συρίας.
彼らは到着すると、プトレマイオスの将軍たちが戦いに敗れ、キプロス全体の形勢が完全に混乱に陥っているのを目にしたが、速やかに軍営をその地から撤退させ、その軍勢がシリアへと出航するまで監視を続けた。
§29.27.11καὶ Ῥωμαῖοι μὲν ὅσον οὔπω καταπεπονημένην τὴν Πτολεμαίου βασιλείαν τούτῳ τῷ τρόπῳ διέσωσαν,
こうしてローマ人は、滅亡寸前に追い込まれていたプトレマイオスの王国を、このような方法で救ったのである。
§29.27.12τῆς τύχης οὕτω βραβευούσης τὰ κατὰ τὸν Περσέα πράγματα καὶ τοὺς Μακεδόνας ὥστε καὶ πρὸς τὸν ἔσχατον καιρὸν ἐλθόντα τὰ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ τὴν ὅλην Αἴγυπτον παρὰ τοῦτο πάλιν ὀρθωθῆναι, παρὰ τὸ φθάσαι κριθέντα τὰ κατὰ τὸν Περσέα πράγματα·
それは、運命がペルセウスとマケドニア人の情勢をあらかじめ裁定していたためであり、そのおかげで、アレクサンドリアおよびエジプト全体の情勢が極限の危機に達していたにもかかわらず、再び持ち直したのである。 ペルセウスに関する事柄が決着をすでに見ていたからこそ、この回復が可能となったのである。
§29.27.13μὴ γὰρ γενομένου τούτου καὶ πιστευθέντος, οὐκ ἄν μοι δοκεῖ πειθαρχῆσαι τοῖς ἐπιταττομένοις Ἀντίοχος.
もしこの出来事が起こらず、またそれが信じられていなかったならば、アンティオコスがこれらの命令に従うことはなかったであろうと私は思う。