§29.27.1ὅτι τοῦ Ἀντιόχου πρὸς Πτολεμαῖον ἕνεκεν τοῦ Πηλούσιον κατασχεῖν ἀφικομένου, §29.27.2ὁ Ποπίλιος ὁ τῶν Ῥωμαίων στρατηγός, τοῦ βασιλέως πόρρωθεν ἀσπαζομένου διὰ τῆς φωνῆς καὶ τὴν δεξιὰν προτείνοντος, πρόχειρον ἔχων τὸ δελτάριον, ἐν ᾧ τὸ τῆς συγκλήτου δόγμα κατετέτακτο, προύτεινεν αὐτῷ καὶ τοῦτʼ ἐκέλευσε πρῶτον ἀναγνῶναι τὸν Ἀντίοχον, §29.27.3ὡς μὲν ἐμοὶ δοκεῖ, μὴ πρότερον ἀξιώσας τὸ τῆς φιλίας σύνθημα ποιεῖν πρὶν ἢ τὴν προαίρεσιν ἐπιγνῶναι τοῦ δεξιουμένου, πότερα φίλιος ἢ πολέμιός ἐστιν.
当安条克为了占领佩鲁修姆而抵达时,罗马将领波皮利乌斯,在国王远远地大声问候并伸出右手时,手里拿着写有元老院决议的木板,将其递给他,并命令安条克先读这个,在我看来,这是因为他认为在弄清迎接他的人的意图(究竟是朋友还是敌人)之前,不配进行友谊的问候。
§29.27.4ἐπεὶ δʼ ὁ βασιλεὺς ἀναγνοὺς ἔφη βούλεσθαι μεταδοῦναι τοῖς φίλοις ὑπὲρ τῶν προσπεπτωκότων, ἀκούσας ὁ Ποπίλιος ἐποίησε πρᾶγμα βαρὺ μὲν δοκοῦν εἶναι καὶ τελέως ὑπερήφανον·
但是,当国王读完后说,他想与朋友们商量所发生的事情时,波皮利乌斯听后,做了一件显得无礼且极其傲慢的事。
§29.27.5ἔχων γὰρ πρόχειρον ἀμπελίνην βακτηρίαν περιέγραφε τῷ κλήματι τὸν Ἀντίοχον ἐν τούτῳ τε τῷ γύρῳ τὴν ἀπόφασιν ἐκέλευσε δοῦναι περὶ τῶν γεγραμμένων·
他手里拿着一根现成的葡萄藤手杖,用藤条在安条克周围画了一个圆圈,并命令在这个圆圈内对所写的内容做出答复。
§29.27.6ὁ δὲ βασιλεὺς ξενισθεὶς τὸ γινόμενον καὶ τὴν ὑπεροχήν, βραχὺν χρόνον ἐναπορήσας ἔφη ποιήσειν πᾶν τὸ παρακαλούμενον ὑπὸ Ῥωμαίων.
国王对这一举动和对方的专横态度感到震惊,迟疑了片刻,随后表示他将满足罗马人所要求的一切。
οἱ δὲ περὶ τὸν Ποπίλιον τότε τὴν δεξιὰν αὐτοῦ λαμβάνοντες ἅμα πάντες ἠσπάζοντο φιλοφρόνως.
于是,波皮利乌斯及其随从这才握住他的右手,大家一起热情地向他问候。
§29.27.7ἦν δὲ τὰ γεγραμμένα λύειν ἐξ αὐτῆς τὸν πρὸς Πτολεμαῖον πόλεμον.
书信的内容是要立即结束对托勒密的战争。
§29.27.8διὸ καὶ δοθεισῶν αὐτῷ τακτῶν ἡμερῶν, οὗτος μὲν ἀπῆγε τὰς δυνάμεις εἰς τὴν Συρίαν, βαρυνόμενος καὶ στένων, εἴκων δὲ τοῖς καιροῖς κατὰ τὸ παρόν·
因此,在被给予了限定的天数后,他不得不屈服于眼前的形势,怀着沉重和叹息的心情,将军队撤回叙利亚。
§29.27.9οἱ δὲ περὶ τὸν Ποπίλιον καταστησάμενοι τὰ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ παρακαλέσαντες τοὺς βασιλεῖς ὁμονοεῖν, ἅμα δὲ προστάξαντες αὐτοῖς Πολυάρατον ἀναπέμπειν εἰς Ῥώμην, ἀνέπλευσαν ἐπὶ τῆς Κύπρου, βουλόμενοι καὶ τὰς ἐκεῖ καθυπαρχούσας δυνάμεις ἐκβαλεῖν ἐκ τῆς νήσου κατὰ σπουδήν.
与此同时,波皮利乌斯一行在整顿了亚历山大港的事务,并劝勉两位国王和睦相处,同时命令他们将波利亚拉托斯押送至罗马之后,便扬帆前往塞浦路斯,急于将驻扎在那里的军队也驱逐出该岛。
§29.27.10ἀφικόμενοι δὲ καὶ καταλαβόντες ἡττημένους μάχῃ τοὺς τοῦ Πτολεμαίου στρατηγοὺς καὶ καθόλου φερόμενα τὰ κατὰ τὴν Κύπρον ἄνω καὶ κάτω ταχέως ἀνέστησαν τὸ στρατόπεδον ἐκ τῆς χώρας καὶ παρήδρευσαν, ἕως ἀπέπλευσαν αἱ δυνάμεις ἐπὶ Συρίας.
他们抵达后,发现托勒密的将领们已在战斗中被击败,而塞浦路斯的局势也陷入彻底的混乱之中,便迅速将驻扎在该地的军队撤离,并在旁督促,直到这些军队起航前往叙利亚。
§29.27.11καὶ Ῥωμαῖοι μὲν ὅσον οὔπω καταπεπονημένην τὴν Πτολεμαίου βασιλείαν τούτῳ τῷ τρόπῳ διέσωσαν, §29.27.12τῆς τύχης οὕτω βραβευούσης τὰ κατὰ τὸν Περσέα πράγματα καὶ τοὺς Μακεδόνας ὥστε καὶ πρὸς τὸν ἔσχατον καιρὸν ἐλθόντα τὰ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ τὴν ὅλην Αἴγυπτον παρὰ τοῦτο πάλιν ὀρθωθῆναι, παρὰ τὸ φθάσαι κριθέντα τὰ κατὰ τὸν Περσέα πράγματα·
罗马人就这样以这种方式挽救了已危在旦夕的托勒密王国,因为命运如此裁决了与珀尔修斯和马其顿人的战争,以至于亚历山大港乃至整个埃及的局势虽然已到了最后的关头,却又因为这一缘故而得以重新恢复,这是因为有关珀尔修斯的事情已预先见分晓。
§29.27.13μὴ γὰρ γενομένου τούτου καὶ πιστευθέντος, οὐκ ἄν μοι δοκεῖ πειθαρχῆσαι τοῖς ἐπιταττομένοις Ἀντίοχος.
因为如果这件事没有发生且未被确信,我认为安条克是不会服从这些命令的。