§28.9.1ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον οἱ πρὸς τὸν Γένθιον ἀποσταλέντες πρέσβεις οὔτʼ ᾠκονομηκότες πλεῖον οὐδὲν τῶν πρότερον οὔτʼ ἀναγγέλλοντες,
この時期に、ゲンティオスのもとへ派遣されていた使節たちが戻ってきたが、彼らは以前よりも交渉を進展させることもなく、また新たな報告をもたらすこともなかった。
§28.9.2διὰ τὸ τὸν Γένθιον μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως, ὄντα μὲν ἕτοιμον τῷ Περσεῖ κοινωνεῖν τῶν αὐτῶν πραγμάτων, χρημάτων δὲ φάσκοντα χρείαν ἔχειν.
それは、ゲンティオスが同じ意向にとどまっており、ペルセウスと運命を共にする用意はあるものの、資金が必要であると主張し続けていたからである。
§28.9.3ὧν ὁ Περσεὺς παρακούσας πάλιν ἔπεμπε τοὺς περὶ τὸν Ἱππίαν βεβαιωσομένους ὑπὲρ τῶν ὁμολογιῶν, τὸ συνέχον παραλιπών, φάσκων ἐξιγμένον εὐνοοῦντα ποιήσειν τὸν Γένθιον·
ペルセウスはこれらの報告を無視し、最も肝心な点をおざなりにしたまま、自分が到着すればゲンティオスを味方に引き入れることができると主張して、合意を確実にするために再びヒッピアスの一行を派遣した。
§28.9.4ὥστε διαπορεῖν πότερα δεῖ λέγειν ἐπὶ τῶν τοιούτων ἀλογιστίαν ἢ δαιμονοβλάβειαν.
そのため、このような事例において、無分別と言うべきか、それとも神による狂気と言うべきか、当惑せざるを得ない。
δοκῶ μὲν ὅτι δαιμονοβλάβειαν, οἵτινες ἐφίενται μὲν τοῦ μεγάλα τολμᾶν καὶ παραβάλλονται τῇ ψυχῇ, παριᾶσιν δὲ τὸ συνέχον ἐν ταῖς ἐπιβολαῖς, βλέποντες αὐτὸ καὶ δυνάμενοι πράττειν
私としては神による狂気だと思う。 なぜなら、彼らは大胆な企てを切望して自らの命を危険にさらす一方で、その企てにおいて最も肝心な点が見えており、それを実行する力があるにもかかわらず、それをおざなりにするからである。
§28.9.5ὅτι γάρ, εἰ Περσεὺς κατʼ ἐκεῖνον τὸν καιρὸν ἠβουλήθη προέσθαι χρήματα καὶ κοινῇ τοῖς πολιτεύμασι καὶ κατʼ ἰδίαν τοῖς βασιλεῦσι καὶ τοῖς πολιτευομένοις, οὐ λέγω μεγαλομερῶς, καθάπερ ἐξῆν αὐτῷ χορηγιῶν ἕνεκεν, ἀλλὰ μετρίως μόνον, πάντας ἂν συνέβη καὶ τοὺς Ἕλληνας καὶ τοὺς βασιλεῖς, §28.9.6εἰ δὲ μή γε, τοὺς πλείστους ἐξελεγχθῆναι, δοκῶ μηδένα τῶν νοῦν ἐχόντων πρός με διαμφισβητῆσαι περὶ τούτων.
というのも、もしペルセウスが当時、国家に対して公に、また王たちや政治家たちに対して個別に、資金を差し出すことを望んでいたならば――彼の持っていた財源からすれば十分に可能であったように、巨額にとは言わないまでも、ただ適度な量だけでも差し出していたならば――ギリシア人たちも王たちも全員が、あるいは、もし全員でないにしても、その大半が、その本性を暴露されることになったであろうことは、分別の持ち主なら誰もこのことについて私に異議を唱えないと思うからである。
§28.9.7νῦν δὲ καλῶς ποιῶν οὐκ ἦλθε ταύτην τὴν ὁδόν, διʼ ἧς ἢ κρατήσας τῶν ὅλων ἐξουσίαν ἂν ὑπερήφανον ἔσχεν ἢ σφαλεὶς πολλοὺς ἂν ἐποίησε τῆς αὐτῆς τύχης πεῖραν αὑτῷ λαβεῖν,
しかし実際には、幸いなことに彼はこの道を進まなかった。 もしその道を進んでいれば、すべてを制覇して傲慢な権力を手にするか、あるいは失敗して多くの人々に自分と同じ不運を経験させることになっていただろう。
§28.9.8ἀλλὰ τὴν ἐναντίαν, διʼ ἧς ὀλίγοι τελέως ἠλογήθησαν τῶν Ἑλλήνων ὑπὸ τὸν τῆς πράξεως καιρόν.
そうではなく、彼は逆の道を選んだ。 そのおかげで、危機の際に、ギリシア人のうちで完全に破滅させられた者は極めて少なかった。
—
—