§28.1.1ὅτι τοῦ πολέμου τοῦ περὶ Κοίλης Συρίας ἤδη καταρχὴν λαβόντος Ἀντιόχῳ καὶ Πτολεμαίῳ τοῖς βασιλεῦσιν, ἧκον πρέσβεις εἰς τὴν Ῥώμην παρὰ μὲν Ἀντιόχου Μελέαγρος καὶ Σωσιφάνης καὶ Ἡρακλείδης, παρὰ δὲ Πτολεμαίου Τιμόθεος καὶ Δάμων.
ὅτι コイレー・シュリアをめぐる戦争が、王たちであるアンティオコスとプトレマイオスの間で、すでに開始されていたため、ローマに使節として、アンティオコスからはメレアグロス、ソシパネス、ヘラクレイデスが、プトレマイオスからはティモテオスとダモンがやって来たということ。
§28.1.2συνέβαινε δὲ κρατεῖν τὸν Ἀντίοχον τῶν κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πραγμάτων.
そしてアンティオコスが、コイレー・シュリアとポイニケの諸情勢を支配する状況になっていた。
§28.1.3ἐξ οὗ γὰρ Ἀντίοχος ὁ πατὴρ τοῦ νῦν λεγομένου βασιλέως ἐνίκησε τῇ περὶ τὸ Πάνιον μάχῃ τοὺς Πτολεμαίου στρατηγούς, ἀπʼ ἐκείνων τῶν χρόνων ἐπείθοντο πάντες οἱ προειρημένοι τόποι τοῖς ἐν Συρίᾳ βασιλεῦσιν.
というのも、現在言及されている王の父であるアンティオコスが、パニオンの戦いにおいてプトレマイオスの将軍たちを破って以来、その時分から、上述のすべての地方はシュリアの王たちに従属していたからである。
§28.1.4διόπερ ὁ μὲν Ἀντίοχος ἡγούμενος τὴν κατὰ πόλεμον ἰσχυροτάτην καὶ καλλίστην εἶναι κτῆσιν, ὡς ὑπὲρ ἰδίων ἐποιεῖτο τὴν σπουδήν·
それゆえ、一方のアンティオコスは、戦争による獲得こそが最も強固で最も見事な所有であると考え、あたかも自分自身の領土のためであるかのように熱意を傾けていた。
§28.1.5ὁ δὲ Πτολεμαῖος ἀδίκως ὑπολαμβάνων τὸν πρότερον Ἀντίοχον συνεπιθέμενον τῇ τοῦ πατρὸς ὀρφανίᾳ παρῃρῆσθαι τὰς κατὰ Κοίλην Συρίαν πόλεις αὐτῶν, οὐχ οἷός τʼ ἦν ἐκείνῳ παραχωρεῖν τῶν τόπων τούτων.
他方のプトレマイオスは、先代のアンティオコスが、彼の父の幼少期に付け込んで、彼らのコイレー・シュリアにおける諸都市を不当に奪い取ったと考え、彼にこれらの土地を譲り渡すことができなかった。
διόπερ οἱ περὶ τὸν Μελέαγρον ἧκον, §28.1.6ἐντολὰς ἔχοντες μαρτύρεσθαι τὴν σύγκλητον διότι Πτολεμαῖος αὐτῷ παρὰ πάντα τὰ δίκαια τὰς χεῖρας ἐπιβάλλει πρότερος,
それゆえ、メレアグロスの一行がやって来たのであり、彼らは、プトレマイオスがあらゆる正義に反して、先に自分に対して手を下していると元老院に訴える指令を携えていた。
§28.1.7οἱ δὲ περὶ τὸν Τιμόθεον περί τε τῆς τῶν φιλανθρώπων ἀνανεώσεως καὶ τοῦ διαλύειν τὸν πρὸς Περσέα πόλεμον, μάλιστα δὲ παρατηρεῖν τὰς τῶν περὶ τὸν Μελέαγρον ἐντεύξεις.
他方、ティモテオスの一行は、友好関係の更新と、ペルセウスとの戦争を調停すること、そして何よりもメレアグロスの一行の交渉を監視するためにやって来ていた。
§28.1.8περὶ μὲν οὖν τῆς διαλύσεως οὐκ ἐθάρρησαν εἰπεῖν, Μάρκου συμβουλεύσαντος αὐτοῖς Αἰμιλίου·
それゆえ、調停については、マルクス・アエミリウスが彼らに忠告したため、あえて口にすることはしなかった。
περὶ δὲ τῶν φιλανθρώπων ἀνανεωσάμενοι καὶ λαβόντες ἀποκρίσεις ἀκολούθους τοῖς ἀξιουμένοις ἐπανῆλθον εἰς τὴν Ἀλεξάνδρειαν.
しかし友好関係については更新し、要求に沿った回答を得て、アレクサンドリアへと帰還した。
§28.1.9τοῖς δὲ περὶ τὸν Μελέαγρον ἡ σύγκλητος ἀπεκρίθη διότι Κοΐντῳ Μαρκίῳ δώσει τὴν ἐπιτροπὴν γράψαι περὶ τούτων πρὸς Πτολεμαῖον, ὡς αὐτῷ δοκεῖ συμφέρειν ἐκ τῆς ἰδίας πίστεως.
またメレアグロスの一行に対して元老院は、クイントゥス・マルキウスに、これらについてプトレマイオスへと、彼自身の信義に基づいて有益と思われるように書簡を送る委任を与える、と回答した。
καὶ ταῦτα μὲν οὕτως ἐχειρίσθη κατὰ τὸ παρόν.
そしてこれらの件は、さしあたりこのように処理された。
—
—