§28.1.1ὅτι τοῦ πολέμου τοῦ περὶ Κοίλης Συρίας ἤδη καταρχὴν λαβόντος Ἀντιόχῳ καὶ Πτολεμαίῳ τοῖς βασιλεῦσιν, ἧκον πρέσβεις εἰς τὴν Ῥώμην παρὰ μὲν Ἀντιόχου Μελέαγρος καὶ Σωσιφάνης καὶ Ἡρακλείδης, παρὰ δὲ Πτολεμαίου Τιμόθεος καὶ Δάμων.
关于在安条克和托勒密两位国王之间关于柯里叙利亚的战争已经爆发之际,来自安条克的使者米利亚格、索西法内斯和赫拉克里德,以及来自托勒密的使者提摩太和达蒙,来到了罗马之事。
§28.1.2συνέβαινε δὲ κρατεῖν τὸν Ἀντίοχον τῶν κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πραγμάτων.
此时安条克正控制着柯里叙利亚和腓尼基的局势。
§28.1.3ἐξ οὗ γὰρ Ἀντίοχος ὁ πατὴρ τοῦ νῦν λεγομένου βασιλέως ἐνίκησε τῇ περὶ τὸ Πάνιον μάχῃ τοὺς Πτολεμαίου στρατηγούς, ἀπʼ ἐκείνων τῶν χρόνων ἐπείθοντο πάντες οἱ προειρημένοι τόποι τοῖς ἐν Συρίᾳ βασιλεῦσιν.
因为自从目前所说的这位国王的父亲安条克在帕尼翁附近的战役中击败了托勒密的将军们以来,从那时起,所有上述地方都臣服于叙利亚的国王们。
§28.1.4διόπερ ὁ μὲν Ἀντίοχος ἡγούμενος τὴν κατὰ πόλεμον ἰσχυροτάτην καὶ καλλίστην εἶναι κτῆσιν, ὡς ὑπὲρ ἰδίων ἐποιεῖτο τὴν σπουδήν· §28.1.5ὁ δὲ Πτολεμαῖος ἀδίκως ὑπολαμβάνων τὸν πρότερον Ἀντίοχον συνεπιθέμενον τῇ τοῦ πατρὸς ὀρφανίᾳ παρῃρῆσθαι τὰς κατὰ Κοίλην Συρίαν πόλεις αὐτῶν, οὐχ οἷός τʼ ἦν ἐκείνῳ παραχωρεῖν τῶν τόπων τούτων.
因此,一方面,安条克认为通过战争获得领土是最牢固、最体面的占有方式,因而像为了自己的私有财产一样倾注了热忱;而另一方面,托勒密认为先代安条克不义地利用他父亲幼年丧父的孤儿状态,夺取了他们柯里叙利亚的城市,因而无法向他让出这些地方。
διόπερ οἱ περὶ τὸν Μελέαγρον ἧκον, §28.1.6ἐντολὰς ἔχοντες μαρτύρεσθαι τὴν σύγκλητον διότι Πτολεμαῖος αὐτῷ παρὰ πάντα τὰ δίκαια τὰς χεῖρας ἐπιβάλλει πρότερος, §28.1.7οἱ δὲ περὶ τὸν Τιμόθεον περί τε τῆς τῶν φιλανθρώπων ἀνανεώσεως καὶ τοῦ διαλύειν τὸν πρὸς Περσέα πόλεμον, μάλιστα δὲ παρατηρεῖν τὰς τῶν περὶ τὸν Μελέαγρον ἐντεύξεις.
因此,米利亚格一行人前来了,他们带着指示,向元老院控诉托勒密违反一切正义,率先对他动了手;而提摩太一行人则是为了重建友好关系以及调解针对珀尔修斯的战争,但最主要的还是为了监视米利亚格一行人的涉外交涉而前来。
§28.1.8περὶ μὲν οὖν τῆς διαλύσεως οὐκ ἐθάρρησαν εἰπεῖν, Μάρκου συμβουλεύσαντος αὐτοῖς Αἰμιλίου· περὶ δὲ τῶν φιλανθρώπων ἀνανεωσάμενοι καὶ λαβόντες ἀποκρίσεις ἀκολούθους τοῖς ἀξιουμένοις ἐπανῆλθον εἰς τὴν Ἀλεξάνδρειαν.
因此,关于调解之事,因马尔库斯·埃米利乌斯给他们的建议,他们未敢提及;但对于重建友好关系一事,他们予以了更新,并得到了符合其诉求的答复,随后便返回了亚历山大里亚。
§28.1.9τοῖς δὲ περὶ τὸν Μελέαγρον ἡ σύγκλητος ἀπεκρίθη διότι Κοΐντῳ Μαρκίῳ δώσει τὴν ἐπιτροπὴν γράψαι περὶ τούτων πρὸς Πτολεμαῖον, ὡς αὐτῷ δοκεῖ συμφέρειν ἐκ τῆς ἰδίας πίστεως.
对米利亚格一行人,元老院答复称,将授权昆图斯·马尔基乌斯根据他自己的信义,以他认为有利的方式就这些事给托勒密写信。
καὶ ταῦτα μὲν οὕτως ἐχειρίσθη κατὰ τὸ παρόν.
而这些事务在当时便如此处理了。
—
—