Humanitext Reader

ポリュビオス · 歴史 §27.2.1-27.2.12

ボイオティア連邦の解体と親マケドニア派の失脚

1074 / 1311 箇所 · ギリシア語

要旨

ハルキスに逃れたボイオティアの亡命者たちがイスメニアスらを告発し、親ペルセウス派の指導者たちは破滅する。ローマはボイオティア連邦を首尾よく解体に導き、ギリシアでの防衛措置を調えてローマへと帰還する。

§27.2.1τούτων δὲ συντελουμένων ἐν ταῖς Θήβαις, οἱ φυγάδες ἐν τῇ Χαλκίδι προστησάμενοι Πομπίδην κατηγορίαν ἐποιοῦντο τῶν περὶ τὸν Ἰσμηνίαν καὶ Νέωνα καὶ Δικέταν.
テーバイでこれらのことが行われている間に、ハルキスにいた亡命者たちは、ポムピダスを指導者に立てて、イスメニアス、ネオン、ディケタスらの一派を告発した。
§27.2.2προδήλου δὲ τῆς ἀγνοίας οὔσης τῶν προειρημένων, καὶ τῶν Ῥωμαίων συνεπισχυόντων τοῖς φυγάσιν, §27.2.3εἰς τὴν ἐσχάτην διάθεσιν ἧκον οἱ περὶ τὸν Ἱππίαν, ὥστε καὶ τῷ βίῳ κινδυνεῦσαι παρʼ αὐτὸν τὸν καιρὸν ὑπὸ τῆς ὁρμῆς τοῦ πλήθους, ἕως οὗ βραχύ τι τῆς ἀσφαλείας αὐτῶν προυνοήθησαν οἱ Ῥωμαῖοι, παρακατασχόντες τὴν ἐπιφορὰν τῶν ὄχλων.
前述の者たちの愚行が誰の目にも明らかであり、またローマ人も亡命者たちを後押ししたため、ヒッピアスの一派は極限の窮地に陥り、その瞬間には群衆の勢いによって生命の危険にさらされるほどであったが、ローマ人が群衆の突進を制止して、彼らの安全に多少の配慮を示すまでそれが続いた。
§27.2.4τῶν δὲ Θηβαίων παραγενομένων καὶ κομιζόντων τὰ προειρημένα δόγματα καὶ τὰς τιμάς, ταχεῖαν ἕκαστα τῶν πραγμάτων ἐλάμβανε τὴν ἀνταπόδοσιν, ἅτε τῶν πόλεων παρακειμένων ἀλλήλαις ἐν πάνυ βραχεῖ διαστήματι.
テーバイ人たちが到着し、前述の決議と栄誉をもたらすと、両都市は極めて短い距離で隣接し合っていたため、それぞれの事柄は速やかに完了していった。
§27.2.5πλὴν ἀποδεξάμενοι τοὺς Θηβαίους οἱ περὶ τὸν Μάρκιον τήν τε πόλιν ἐπῄνεσαν καὶ τοὺς φυγάδας συνεβούλευσαν καταγαγεῖν εἰς τὴν οἰκείαν.
もっとも、マルキオスらはテーバイ人たちを受け入れると、その都市を称賛し、亡命者たちを祖国に帰還させるよう勧告した。
§27.2.6εὐθύς τε παρήγγειλαν πρεσβεύειν πᾶσι τοῖς ἀπὸ τῶν πόλεων εἰς τὴν Ῥώμην, διδόντας αὑτοὺς εἰς τὴν πίστιν κατʼ ἰδίαν ἑκάστους.
そして直ちに、各都市からの使節たちに、それぞれ個別にローマの信義に身を委ねるためにローマへ使節を派遣するよう命じた。
§27.2.7πάντων δὲ κατὰ τὴν πρόθεσιν αὐτοῖς χωρούντων — ταῦτα δʼ ἦν τὸ διαλῦσαι τῶν Βοιωτῶν τὸ ἔθνος καὶ λυμήνασθαι τὴν τῶν πολλῶν εὔνοιαν πρὸς τὴν Μακεδόνων οἰκίαν —
すべてが彼らの意図通りに進んでいたが――この意図とは、ボイオティアの連邦を解体し、マケドニア王家に対する民衆の好意を打ち砕くことであった―― 彼らはアルゴスからセルウィウスを呼び寄せてハルキスに残し、ペロポネソスへと進んだ。
§27.2.8οὗτοι μὲν μεταπεμψάμενοι Σέρουιον ἐξ Ἄργους καὶ καταλιπόντες ἐπὶ τῆς Χαλκίδος προῆγον ἐπὶ Πελοπόννησον, Νέων δὲ μετά τινας ἡμέρας ἀνεχώρησεν εἰς Μακεδονίαν.
一方、ネオンは数日後にマケドニアへと退去した。
§27.2.9οἱ δὲ περὶ τὸν Ἰσμηνίαν καὶ Δικέταν τότε μὲν ἀπήχθησαν εἰς φυλακήν, μετὰ δέ τινα χρόνον ἀπήλλαξαν αὑτοὺς ἐκ τοῦ ζῆν.
他方、イスメニアスとディケタスの一派は、その時は投獄されたが、しばらくの後に自ら命を絶った。
§27.2.10τὸ δὲ τῶν Βοιωτῶν ἔθνος ἐπὶ πολὺν χρόνον συντετηρηκὸς τὴν κοινὴν συμπολιτείαν καὶ πολλοὺς καὶ ποικίλους καιροὺς διαπεφευγὸς παραδόξως τότε προπετῶς καὶ ἀλογίστως ἑλόμενον τὰ παρὰ Περσέως, εἰκῇ καὶ παιδαριωδῶς πτοηθὲν κατελύθη καὶ διεσκορπίσθη κατὰ πόλεις.
ボイオティアの連邦は、長きにわたり共通の連邦制度を維持し、多くの様々な危機を奇跡的に切り抜けてきたのであるが、その時は、軽率かつ無分別にもペルセウス側を選択し、当てどなく子供っぽくうろたえたために、解体され、都市ごとに分裂させられた。
§27.2.11οἱ δὲ περὶ τὸν Αὖλον καὶ Μάρκιον παραγενηθέντες εἰς τὴν τῶν Ἀργείων πόλιν ἐχρημάτισαν ταῖς συναρχίαις ταῖς τῶν Ἀχαιῶν καὶ παρεκάλεσαν Ἄρχωνα τὸν στρατηγὸν χιλίους ἐκπέμψαι στρατιώτας εἰς Χαλκίδα, παραφυλάξοντας τὴν πόλιν μέχρι τῆς Ῥωμαίων διαβάσεως.
アウルスとマルキオスの一派は、アルゴス市民の都市に到着すると、アカイア人の政務役員会と交渉し、将軍アルコンに対し、ローマ軍が渡海してくるまで都市を警備するために1000人の兵士をハルキスに派遣するよう要請した。
§27.2.12τοῦ δʼ Ἄρχωνος ἑτοίμως συνυπακούσαντος, οὗτοι μὲν ταῦτα διαπράξαντες ἐν τοῖς Ἕλλησι κατὰ χειμῶνα καὶ τῷ Ποπλίῳ συμμίξαντες ἀπέπλεον εἰς τὴν Ῥώμην. —
アルコンが快くこれに応じると、彼らは冬の間にギリシア人の間でこれらの用件を済ませ、プブリウスと合流してローマへと出帆した。

語釈・文法注

  1. §27.2.2προδήλου δὲ τῆς ἀγνοίας οὔσης τῶν προειρημένων — 属格独立構文。名詞 `ἄγνοια`(ここでは「無知」よりは「政治的愚行」「無謀な選択」)の属格 `ἀγνοίας` が主語として用いられており、親ペルセウス派が招いた破滅的な過ちが白日の下にさらされたことを表している。
  2. §27.2.3ἕως οὗ βραχύ τι τῆς ἀσφαλείας αὐτῶν προυνοήθησαν οἱ Ῥωμαῖοι — 時間節を導く接続詞句 `ἕως οὗ`(〜にいたるまで)が直説法過去の動詞 `προυνοήθησαν` とともに使われ、過去の歴史的事実の確定的な限界点(「ついにローマ人が彼らの安全を顧みるにいたるまで」)を示している。
  3. §27.2.10τὸ δὲ τῶν Βοιωτῶν ἔθνος ἐπὶ πολὺν χρόνον συντετηρηκὸς ... κατελύθη καὶ διεσκορπίσθη κατὰ πόλεις. — 主語 `τὸ τῶν Βοιωτῶν ἔθνος` に4つの分詞(`συντετηρηκός`, `διαπεφευγός`, `ἑλόμενον`, `πτοηθέν`)が次々と修飾語として掛かり、末尾の主動詞 `κατελύθη καὶ διεσκορπίσθη` に至る長大な文構造。前半2つの完了分詞は過去の強固な歴史を、後半2つのアオリスト分詞は今回の突発的な衰退の原因を対比的に表す。

この箇所を引用する

ポリュビオス, 歴史 §27.2.1-27.2.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:27.2.1-27.2.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。