§27.2.1τούτων δὲ συντελουμένων ἐν ταῖς Θήβαις, οἱ φυγάδες ἐν τῇ Χαλκίδι προστησάμενοι Πομπίδην κατηγορίαν ἐποιοῦντο τῶν περὶ τὸν Ἰσμηνίαν καὶ Νέωνα καὶ Δικέταν.
While these things were being accomplished in Thebes, the exiles in Chalcis, having put Pompidas at their head, made an accusation against Ismenias, Neon, and Diketas with their followers.
§27.2.2προδήλου δὲ τῆς ἀγνοίας οὔσης τῶν προειρημένων, καὶ τῶν Ῥωμαίων συνεπισχυόντων τοῖς φυγάσιν, §27.2.3εἰς τὴν ἐσχάτην διάθεσιν ἧκον οἱ περὶ τὸν Ἱππίαν, ὥστε καὶ τῷ βίῳ κινδυνεῦσαι παρʼ αὐτὸν τὸν καιρὸν ὑπὸ τῆς ὁρμῆς τοῦ πλήθους, ἕως οὗ βραχύ τι τῆς ἀσφαλείας αὐτῶν προυνοήθησαν οἱ Ῥωμαῖοι, παρακατασχόντες τὴν ἐπιφορὰν τῶν ὄχλων.
Since the folly of the aforementioned was manifest, and the Romans also lent their support to the exiles, Hippias and his followers came into the most extreme plight, so as even to risk their lives at that very moment under the assault of the multitude, until the Romans took some little thought for their safety by checking the onslaught of the crowds.
§27.2.4τῶν δὲ Θηβαίων παραγενομένων καὶ κομιζόντων τὰ προειρημένα δόγματα καὶ τὰς τιμάς, ταχεῖαν ἕκαστα τῶν πραγμάτων ἐλάμβανε τὴν ἀνταπόδοσιν, ἅτε τῶν πόλεων παρακειμένων ἀλλήλαις ἐν πάνυ βραχεῖ διαστήματι.
When the Thebans arrived bringing the aforementioned decrees and honors, each of these matters received a speedy response, since the cities lay close to one another at a very short distance.
§27.2.5πλὴν ἀποδεξάμενοι τοὺς Θηβαίους οἱ περὶ τὸν Μάρκιον τήν τε πόλιν ἐπῄνεσαν καὶ τοὺς φυγάδας συνεβούλευσαν καταγαγεῖν εἰς τὴν οἰκείαν.
However, Marcius and his colleagues, having received the Thebans, praised the city and advised them to recall the exiles to their home country.
§27.2.6εὐθύς τε παρήγγειλαν πρεσβεύειν πᾶσι τοῖς ἀπὸ τῶν πόλεων εἰς τὴν Ῥώμην, διδόντας αὑτοὺς εἰς τὴν πίστιν κατʼ ἰδίαν ἑκάστους.
And they immediately directed all the representatives from the cities to send embassies to Rome, surrendering themselves to the protection of Rome, each individually.
§27.2.7πάντων δὲ κατὰ τὴν πρόθεσιν αὐτοῖς χωρούντων — ταῦτα δʼ ἦν τὸ διαλῦσαι τῶν Βοιωτῶν τὸ ἔθνος καὶ λυμήνασθαι τὴν τῶν πολλῶν εὔνοιαν πρὸς τὴν Μακεδόνων οἰκίαν — §27.2.8οὗτοι μὲν μεταπεμψάμενοι Σέρουιον ἐξ Ἄργους καὶ καταλιπόντες ἐπὶ τῆς Χαλκίδος προῆγον ἐπὶ Πελοπόννησον, Νέων δὲ μετά τινας ἡμέρας ἀνεχώρησεν εἰς Μακεδονίαν.
Since everything was going for them according to their design — which was to dissolve the league of the Boeotians and to ruin the goodwill of the masses toward the house of Macedon — they, having summoned Servius from Argos and left him in Chalcis, proceeded to the Peloponnese, while Neon, after some days, withdrew to Macedonia.
§27.2.9οἱ δὲ περὶ τὸν Ἰσμηνίαν καὶ Δικέταν τότε μὲν ἀπήχθησαν εἰς φυλακήν, μετὰ δέ τινα χρόνον ἀπήλλαξαν αὑτοὺς ἐκ τοῦ ζῆν.
As for Ismenias and Diketas with their followers, they were at that time led away to prison, and after some time put an end to their own lives.
§27.2.10τὸ δὲ τῶν Βοιωτῶν ἔθνος ἐπὶ πολὺν χρόνον συντετηρηκὸς τὴν κοινὴν συμπολιτείαν καὶ πολλοὺς καὶ ποικίλους καιροὺς διαπεφευγὸς παραδόξως τότε προπετῶς καὶ ἀλογίστως ἑλόμενον τὰ παρὰ Περσέως, εἰκῇ καὶ παιδαριωδῶς πτοηθὲν κατελύθη καὶ διεσκορπίσθη κατὰ πόλεις.
But the Boeotian league, having for a long time preserved its common federal constitution and unexpectedly survived many and diverse crises, then, by rashly and thoughtlessly choosing the side of Perseus, and being randomly and childishly panicked, was dissolved and dispersed city by city.
§27.2.11οἱ δὲ περὶ τὸν Αὖλον καὶ Μάρκιον παραγενηθέντες εἰς τὴν τῶν Ἀργείων πόλιν ἐχρημάτισαν ταῖς συναρχίαις ταῖς τῶν Ἀχαιῶν καὶ παρεκάλεσαν Ἄρχωνα τὸν στρατηγὸν χιλίους ἐκπέμψαι στρατιώτας εἰς Χαλκίδα, παραφυλάξοντας τὴν πόλιν μέχρι τῆς Ῥωμαίων διαβάσεως.
Aulus and Marcius with their colleagues, having arrived at the city of Argos, transacted business with the magistrates of the Achaeans and requested Archon the strategos to dispatch a thousand soldiers to Chalcis, to guard the city until the crossing of the Romans.
§27.2.12τοῦ δʼ Ἄρχωνος ἑτοίμως συνυπακούσαντος, οὗτοι μὲν ταῦτα διαπράξαντες ἐν τοῖς Ἕλλησι κατὰ χειμῶνα καὶ τῷ Ποπλίῳ συμμίξαντες ἀπέπλεον εἰς τὴν Ῥώμην. —
Archon readily complying, they, having accomplished these things among the Greeks during the winter and joined Publius, sailed away to Rome.