§27.3.1ὅτι οἱ περὶ τὸν Τεβέριον καὶ Ποστόμιον καὶ Ἰούνιον κατὰ τοὺς αὐτοὺς καιροὺς ἐπιπορευόμενοι τὰς νήσους καὶ τὰς κατὰ τὴν Ἀσίαν πόλεις πλεῖστον δʼ ἐν τῇ Ῥόδῳ,
ὅτι テベリオス、ポストミオス、イウニオスの一派が、同じ時期に島々やアジアの都市を巡ったが、最も多くの時間をロドス島で過ごしたこと。
§27.3.2καίπερ οὐ προσδεομένων τῶν Ῥοδίων κατὰ τοὺς τότε χρόνους.
もっとも、当時のロドス人にはその必要はなかったのであるが。
§27.3.3Ἁγησίλοχος γάρ, τότε πρυτανεύων, ἀνὴρ τῶν εὐδοκιμούντων, ὁ καὶ μετὰ ταῦτα πρεσβεύσας εἰς τὴν Ῥώμην, ἔτι πρότερον ἅμα τῷ φανερὸν γενέσθαι διότι μέλλουσι πολεμεῖν Ῥωμαῖοι τῷ Περσεῖ, τἄλλα τε παρακεκλήκει τοὺς πολλοὺς ὑπὲρ τοῦ κοινωνεῖν τῶν αὐτῶν ἐλπίδων καὶ τετταράκοντα ναῦς συμβουλεύσας τοῖς Ῥοδίοις ὑποζωννύειν,
というのも、当時プリュタニスを務めていた名望ある人物であり、のちにローマへ使節として派遣されたハゲシロコスが、それよりさらに前、ローマ人がペルセウスと戦争をする予定であることが明らかになると同時に、他の点でも民衆に対して同じ希望を共有するよう勧告し、ロドス人に40隻の船を艤装するよう助言していたからである。
§27.3.4ἵνʼ, ἐάν τις ἐκ τῶν καιρῶν γένηται χρεία, μὴ τότε παρασκευάζωνται πρὸς τὸ παρακαλούμενον, ἀλλʼ ἑτοίμως διακείμενοι πράττωσι τὸ κριθὲν ἐξ αὐτῆς.
それは、情勢によって何か必要が生じた場合に、その時になってから要求されたことへの準備をするのではなく、直ちに準備を整えた状態で、即座に決定されたことを実行するためであった。
§27.3.5ἃ τότε προφερόμενος τοῖς Ῥωμαίοις καὶ δεικνὺς ὑπὸ τὴν ὄψιν τὰς παρασκευάς, εὐδοκουμένους τῇ πόλει τοὺς πρεσβευτὰς ἐξαπέστειλεν.
彼は当時、これらをローマ人に提示し、その準備の様子を彼らの目の前に示して、使節たちが都市に満足するようにして彼らを送り出した。
οἱ δὲ περὶ τὸν Τεβέριον ἀποδεδεγμένοι τὴν τῶν Ῥοδίων εὔνοιαν ἐκομίζοντο εἰς τὴν Ῥώμην. —
テベリオスらはロドス人の好意を受け入れて、ローマへと帰還した。