§27.1.1ὅτι ἐν τῷ καιρῷ τούτῳ παρεγένοντο πρέσβεις παρὰ μὲν Θεσπιέων οἱ περὶ Λασῆν καὶ Καλλέαν, παρὰ δὲ Νέωνος Ἰσμηνίας,
ὅτι この時期に、テスピアイ人からはラセスとカレアスのグループが、ネオンからはイスメニアスが、使節として到着した。
§27.1.2οἱ μὲν περὶ Λασῆν ἐγχειρίζοντες τὴν ἑαυτῶν πατρίδα Ῥωμαίοις, ὁ δʼ Ἰσμηνίας κατὰ κοινὸν πάσας τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις διδοὺς εἰς τὴν τῶν πρεσβευτῶν πίστιν.
ラセスのグループは自分たちの祖国をローマ人に委ね、他方イスメニアスは、ボイオティアのすべての都市を共同でローマ使節たちの保護下に委ねようとした。
§27.1.3ἦν δὲ τοῦτο μὲν ἐναντιώτατον τοῖς περὶ τὸν Μάρκιον, τὸ δὲ κατὰ πόλιν διελεῖν τοὺς Βοιωτοὺς οἰκειότατον.
これはマルキオスら(ローマの使節たち)の意図に全く反することであったが、ボイオティア人を都市ごとに分断することは彼らにとって極めて好都合であった。
§27.1.4διὸ τοὺς μὲν περὶ τὸν Λασῆν καὶ τοὺς Χαιρωνεῖς καὶ τοὺς Λεβαδεῖς καὶ τοὺς ἄλλους, ὅσοι παρῆσαν ἀπὸ τῶν πόλεων, ἀσμένως ἀπεδέχοντο καὶ κατέψων,
それゆえ彼らは、ラセスのグループや、カイロネイア人、レバデイア人、その他各都市から出席していた者たちを、喜んで受け入れ、手厚くもてなした。
§27.1.5τὸν δʼ Ἰσμηνίαν παρεδειγμάτιζον, ἀποτριβόμενοι καὶ παρορῶντες.
一方で、イスメニアスに対しては見せしめとし、彼をはねつけ、無視した。
§27.1.6ὅτε καὶ συνεπιθέμενοί τινες τῶν φυγάδων μικροῦ κατέλευσαν τὸν Ἰσμηνίαν, εἰ μὴ κατέφυγεν ὑπὸ τὰ δίθυρα τῶν Ῥωμαίων.
その際、亡命者たちの何人かも便乗して攻撃を加え、イスメニアスがローマ人の宿舎の玄関口に逃げ込まなければ、もう少しで彼を石打ちにして殺すところであった。
§27.1.7κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐν ταῖς Θήβαις συνέβαινε ταραχὰς εἶναι καὶ στάσεις.
この時期、テーバイにおいては混乱と派閥争いが起こっていた。
§27.1.8οἱ μὲν γὰρ ἔφασαν δεῖν διδόναι τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν, οἱ δὲ Κορωνεῖς καὶ Ἁλιάρτιοι συνδεδραμηκότες εἰς τὰς Θήβας ἀκμὴν ἀντεποιοῦντο τῶν πραγμάτων καὶ μένειν ἔφασαν δεῖν ἐν τῇ πρὸς τὸν Περσέα συμμαχίᾳ.
というのも、ある人々は都市をローマ人の保護に委ねるべきだと主張したのに対し、テーバイに押し寄せていたコロネイア人とハリアルトス人たちは、なおも事態を激しく争い、ペルセウスとの同盟に留まるべきだと主張したからである。
§27.1.9καὶ μέχρι μέν τινος ἐφάμιλλος ἦν ἡ διάθεσις τῶν στασιαζόντων.
そして、しばらくの間は争い合う両派の勢力は伯仲していた。
Ὀλυμπίχου δὲ τοῦ Κορωνέως πρώτου μεταθεμένου καὶ φάσκοντος δεῖν ἀντέχεσθαι Ῥωμαίων, ἐγένετό τις ὁλοσχερὴς ῥοπὴ καὶ μετάπτωσις τοῦ πλήθους,
しかし、コロネイア人のオリンピコスが最初に寝返り、ローマ人に従うべきだと主張すると、民衆の間に決定的な形勢の変化と心変わりが生じた。
§27.1.10καὶ πρῶτον μὲν τὸν Δικέταν ἠνάγκασαν πρεσβεύειν πρὸς τοὺς περὶ τὸν Μάρκιον, ἀπολογησόμενον ὑπὲρ τῆς πρὸς τὸν Περσέα συμμαχίας.
そしてまず彼らは、ディケタスに対し、ペルセウスとの同盟について釈明させるために、マルキオスらのもとへ使節として赴くよう強要した。
§27.1.11μετὰ δὲ ταῦτα τοὺς περὶ τὸν Νέωνα καὶ τὸν Ἱππίαν ἐξέβαλον, συντρέχοντες ἐπὶ τὰς οἰκίας αὐτῶν καὶ κελεύοντες αὐτοὺς ὑπὲρ αὑτῶν ἀπολογεῖσθαι περὶ τῶν διῳκονομημένων·
その後、彼らはネオンとヒッピアスのグループを追放した。 彼らの家に押し寄せ、その国政運営について自ら変明するよう要求したのである。
οὗτοι γὰρ ἦσαν οἱ τὰ περὶ τὴν συμμαχίαν οἰκονομήσαντες.
というのも、彼らこそが同盟に関する事柄を取り仕切った者たちだったからである。
τούτων δὲ παραχωρησάντων, §27.1.12ἐξ αὐτῆς ἁθροισθέντες εἰς ἐκκλησίαν πρῶτον μὲν τιμὰς ἐψηφίσαντο καὶ δωρεὰς τοῖς Ῥωμαίοις, εἶτʼ ἐνεργεῖν ἐπέταξαν τοῖς ἄρχουσι τὴν συμμαχίαν,
彼らが退去すると、直ちに民会に集まり、まず第一にローマ人に対する栄誉と贈り物を議決し、次いで、民事長官たちに同盟を履行するよう命じた。
§27.1.13ἐπὶ δὲ πᾶσιν πρεσβευτὰς κατέστησαν τοὺς ἐγχειριοῦντας τὴν πόλιν Ῥωμαίοις καὶ κατάξοντας τοὺς παρʼ αὑτῶν φυγάδας.
そして最後に、都市をローマ人に委ね、自分たちの亡命者たちを帰国させるための使節を任命した。