§23.4.1μέρος ἐν τοῖς ἑξῆς δηλώσομεν.
その一部については、以下の箇所で明らかにする。
ἐπὶ δὲ τούτοις εἰσεκλήθησαν οἱ παρὰ τῶν Λακεδαιμονίων πρέσβεις.
これらの人々の後に、ラケダイモン人からの使節たちが召し入れられた。
τούτων δʼ ἦσαν διαφοραὶ τέτταρες.
彼らの間には四つの対立があった。
§23.4.2οἱ μὲν γὰρ περὶ Λῦσιν ἥκοντες ὑπὲρ τῶν ἀρχαίων φυγάδων ἐπρέσβευον, φάσκοντες δεῖν ἔχειν αὐτοὺς πάσας τὰς κτήσεις, ἀφʼ ὧν ἐξ ἀρχῆς ἔφυγον·
というのも、リュシスの一派はかつての亡命者たちのために使節を務めており、彼らが最初に亡命した時のすべての所有地を返還されるべきだと主張していた。
§23.4.3οἱ δὲ περὶ τὸν Ἀρέα καὶ τὸν Ἀλκιβιάδην, ἐφʼ ᾧ ταλαντιαίαν λαβόντες κτῆσιν ἐκ τῶν ἰδίων τὰ λοιπὰ διαδοῦναι τοῖς ἀξίοις τῆς πολιτείας.
アレスとアルキビアデスの一派は、各自の私有財産から1タラント相当の所有地を受け取った上で、残りの部分を市民権にふさわしい人々へと分配するという条件で(使節を務めていた)。
§23.4.4Σήριππος δʼ ἐπρέσβευε περὶ τοῦ μένειν τὴν ὑποκειμένην κατάστασιν, ἣν ἔχοντές ποτε συνεπολιτεύοντο μετὰ τῶν Ἀχαιῶν.
セリッポスは、かつて彼らがアカイア人と共同の国政を行っていた時に有していた、現行の体制を維持することについて使節を務めていた。
§23.4.5ἀπὸ δὲ τῶν τεθανατωμένων καὶ τῶν ἐκπεπτωκότων κατὰ τὰ τῶν Ἀχαιῶν δόγματα παρῆσαν οἱ περὶ Χαίρωνα, κάθοδον αὑτοῖς ἀξιοῦντες συγχωρηθῆναι καὶ τὴν πολιτείαν ἀποκατασταθῆναι τοιαύτην,
また、アカイア人の決議によって処刑された者たちや追放された者たちからは、カイロンの一派が居合わせており、彼ら自身への帰国が許されること、および国政が以前のような状態に復帰されることを求めていた。
§23.4.6ἐποιοῦντο πρὸς τοὺς Ἀχαιοὺς οἰκείους ταῖς ἰδίαις ὑποθέσεσι λόγους.
彼らはアカイア人に対して、自分たちの個別の事案に適した主張を行っていた。
§23.4.7οὐ δυναμένη δὲ διευκρινεῖν ἡ σύγκλητος τὰς κατὰ μέρος διαφοράς, προεχειρίσατο τρεῖς ἄνδρας τοὺς καὶ πρότερον ἤδη πεπρεσβευκότας περὶ τούτων εἰς τὴν Πελοπόννησον·
元老院は、個別の対立を解決することができなかったため、以前すでにこれらの件でペロポネソスに使節として派遣されたことのある三人の男を指名した。
οὗτοι δʼ ἦσαν Τίτος, Κόιντος Καικίλιος, Ἄππιος Κλαύδιος
彼らはティトゥス、クイントゥス・カエキリウス、アッピウス・クラウディウスであった。
§23.4.8. ἐφʼ οἷς γενομένων λόγων πλειόνων, ὑπὲρ μὲν τοῦ καταπορεύεσθαι τοὺς πεφευγότας καὶ τεθανατωμένους καὶ περὶ τοῦ μένειν τὴν πόλιν μετὰ τῶν Ἀχαιῶν ἐγένετο πᾶσι σύμφωνον,
彼らの前で多くの議論が交わされた結果、逃亡した者たちや処刑された者たちが帰国すること、および都市がアカイア人にとどまることについては、全員の間で合意が成立した。
§23.4.9περὶ δὲ τῶν κτήσεων, πότερον δεῖ τὸ τάλαντον εἰς ἑκάστους τοὺς φυγάδας ἐκ τῶν ἰδίων ἐκλέξασθαι, περὶ τούτων διημφισβήτουν πρὸς ἀλλήλους.
しかし、所有地について、すなわち各亡命者が私有財産から1タラントを徴収すべきか否かについては、彼らは互いに激しく論争した。
§23.4.10ἵνα δὲ μὴ πάλιν ἐξ ἀκεραίου περὶ πάντων ἀντιλέγοιεν, ἔγγραπτον ὑπὲρ τῶν ὁμολογουμένων, ἐφʼ ὃ πάντες ἐπεβάλοντο τὰς ἰδίας σφραγῖδας.
そして、すべてのことについて最初から再び異議を唱え合うことのないように、合意された事柄について書面を作成し、そこに全員が各自の印章を押した。
§23.4.11οἱ δὲ περὶ τὸν Τίτον βουλόμενοι καὶ τοὺς Ἀχαιοὺς εἰς τὴν ὁμολογίαν ἐμπλέξαι, προσεκαλέσαντο τοὺς περὶ Ξέναρχον.
ティトゥスの一派は、アカイア人をもこの合意に巻き込もうと望み、クセナルコスの一派を呼び出した。
§23.4.12οὗτοι γὰρ ἐπρέσβευον τότε παρὰ τῶν Ἀχαιῶν, ἅμα μὲν ἀνανεούμενοι τὴν συμμαχίαν, ἅμα δὲ τῇ τῶν Λακεδαιμονίων διαφορᾷ προσεδρεύοντες.
なぜなら、彼らは当時アカイア人からの使節として、同盟を更新すると同時に、ラケダイモン人の紛争を傍観していたからである。
§23.4.13καὶ παρὰ τὴν προσδοκίαν ἐρωτώμενοι περὶ τῶν γραφομένων, εἰ συνευδοκοῦσιν, οὐκ οἶδʼ ὅπως εἰς ἀπορίαν ἐνέπεσον.
そして、予想に反して、この書面に記された事柄に同意するかどうかを尋ねられたとき、彼らはどういうわけか当惑に陥った。
§23.4.14δυσηρεστοῦντο μὲν γὰρ τῇ καθόδῳ τῶν φυγάδων καὶ τῶν τεθανατωμένων διὰ τὸ γίνεσθαι παρὰ τὰ τῶν Ἀχαιῶν δόγματα καὶ παρὰ τὴν στήλην, εὐδοκοῦντο δὲ τοῖς ὅλοις τῷ γράφεσθαι διότι δεῖ τὴν πόλιν τῶν Λακεδαιμονίων πολιτεύειν μετὰ τῶν Ἀχαιῶν.
というのも、亡命者や処刑された者たちの帰国については、それがアカイア人の決議や石碑の定めに反して行われることになるため不満であったが、ラケダイモン人の都市がアカイア人と共同の国政を行うべきだということが記されていることについては、全体として満足していたからである。
§23.4.15καὶ πέρας τὰ μὲν ἀπορούμενοι, τὰ δὲ καταπληττόμενοι τοὺς ἄνδρας, ἐπεβάλοντο τὴν σφραγῖδα.
結局、一方では戸惑いながらも、他方ではその男たちに圧倒されて、彼らは印章を押した。
§23.4.16ἡ δὲ σύγκλητος προχειρισαμένη Κόιντον Μάρκιον πρεσβευτὴν ἐξαπέστελλεν ἐπί τε τὰ κατὰ Μακεδονίαν καὶ τὰ κατὰ Πελοπόννησον.
元老院は、クイントゥス・マルキウスを使節に指名して、マケドニアとペロポネソスの情勢へと派遣した。
—
—