§23.5.1ὅτι Δεινοκράτης ὁ Μεσσήνιος παραγενόμενος εἰς τὴν Ῥώμην πρεσβευτὴς καὶ καταλαβὼν τὸν Τίτον πρεσβευτὴν καθεσταμένον ὑπὸ τῆς συγκλήτου πρός τε Προυσίαν καὶ τὸν Σέλευκον, περιχαρὴς ἐγενήθη, νομίζων τὸν Τίτον διά τε τὴν πρὸς αὐτὸν φιλίαν —
メッセネのデイノクラテスがローマに使節として到着し、ティトゥスが元老院によってプルシアスおよびセレウコスのもとへの使節に任命されているのを知り、大いに喜んだ。
§23.5.2ἐγεγόνει γὰρ αὐτῷ συνήθης κατὰ τὸν Λακωνικὸν πόλεμον — καὶ διὰ τὴν πρὸς τὸν Φιλοποίμενα διαφοράν, παραγενόμενον εἰς τὴν Ἑλλάδα, χειριεῖν τὰ κατὰ τὴν Μεσσήνην πάντα κατὰ τὴν αὐτοῦ προαίρεσιν.
というのも、彼はティトゥスが自分への友情と、 — というのも、ラコニア戦争の間に彼はティトゥスと親しくなっていたからであり、 — またフィロポイメンとの不和のゆえに、ギリシアに到着した暁には、メッセネに関するすべての事柄を自らの意図通りに処理してくれるだろうと考えたからである。
§23.5.3διὸ καὶ παρεὶς τἄλλα προσεκαρτέρει τῷ Τίτῳ καὶ πάσας εἰς τοῦτον ἀπηρείσατο τὰς ἐλπίδας. —
そのため彼は、他の事柄を差し置いてティトゥスにつき従い、すべての希望を彼に託した。
§23.5.4ὅτι Δεινοκράτης ὁ Μεσσήνιος ἦν οὐ μόνον κατὰ τὴν τριβήν, ἀλλὰ καὶ κατὰ τὴν φύσιν αὐλικὸς καὶ στρατιωτικὸς ἄνθρωπος.
— メッセネのデイノクラテスは、ただ経験によるだけでなく、その本性によっても宮廷や軍務に適した人物であった。
§23.5.5τὸν δὲ πραγματικὸν τρόπον ἐπέφαινε μὲν τέλειον, ἦν δὲ ψευδεπίγραφος καὶ ῥωπικός.
彼は実務的な手腕においては非の打ち所がないように見せていたが、実際には見せかけだけで、中身のない人物であった。
§23.5.6ἔν τε γὰρ τοῖς πολεμικοῖς κατὰ μὲν τὴν εὐχέρειαν καὶ τὴν τόλμαν πολὺ διέφερε τῶν ἄλλων καὶ λαμπρὸς ἦν ἐν τοῖς κατʼ ἰδίαν κινδύνοις.
というのも、軍事においてはその敏捷さと大胆さにおいて他人よりはるかに優れており、個々の危険にあっては目覚ましい活躍を見せたからである。
§23.5.7ὁμοίως δὲ καὶ κατὰ τὴν ἄλλην διάθεσιν ἐν μὲν ταῖς ὁμιλίαις εὔχαρις καὶ πρόχειρος ἦν, παρά τε τὰς συνουσίας εὐτράπελος καὶ πολιτικός, ἅμα δὲ τούτοις φιλέραστος,
同様に、他の気質においても、会話においては愛想が良く機転が利き、集まりにあってはユーモアに富み洗練されており、これらと同時に情欲に流されやすい一面もあった。
§23.5.8περὶ δὲ κοινῶν ἢ πολιτικῶν πραγμάτων ἀτενίσαι καὶ προϊδέσθαι τὸ μέλλον ἀσφαλῶς, ἔτι δὲ παρασκευάσασθαι καὶ διαλεχθῆναι πρὸς πλῆθος, εἰς τέλος ἀδύνατος.
しかし、公の事柄や政治的な問題について、じっと目を凝らして将来を確実に見通すこと、さらには入念な準備をして大衆の前で演説することにかけては、完全に無能であった。
§23.5.9καὶ τότε κεκινηκὼς ἀρχὴν μεγάλων κακῶν τῇ πατρίδι, τελείως οὐδὲν ᾤετο ποιεῖν, ἀλλὰ τὴν αὐτὴν ἀγωγὴν ἦγε τοῦ βίου, προορώμενος οὐδὲν τῶν μελλόντων, ἐρῶν δὲ καὶ κωθωνιζόμενος ἀφʼ ἡμέρας καὶ τοῖς ἀκροάμασι τὰς ἀκοὰς ἀνατεθεικώς.
そしてこの時も、祖国に大いなる災厄の端緒を招いておきながら、自分はまったく何もしていないと考えており、将来のことを何ひとつ見越すこともなく、ただ色恋に耽り、日中から大酒を飲み、耳を音楽の調べに委ねて、それまでと全く変わらない自堕落な生活を送り続けた。
§23.5.10βραχεῖαν δέ τινα τῆς περιστάσεως ἔμφασιν ὁ Τίτος αὐτὸν ἠνάγκασε λαβεῖν.
しかし、ティトゥスは彼に、自らの置かれた状況についてほんの少し気づきを抱かせることになった。
§23.5.11ἰδὼν γὰρ αὐτὸν παρὰ πότον ἐν μακροῖς ἱματίοις ὀρχούμενον, παρʼ αὐτὰ μὲν ἐσιώπησε, τῇ δʼ αὔριον ἐντυγχάνοντος αὐτοῦ καί τι περὶ τῆς πατρίδος ἀξιοῦντος"
というのも、酒席で彼が長い衣装をまとって踊っているのを目にした際、その場では沈黙を守ったものの、翌日に彼が面会を求めてきて祖国についての要求を申し出たとき、このように言ったからである。
§23.5.12ἐγὼ μέν, ὦ Δεινοκράτη, πᾶν" ἔφη "ποιήσω τὸ δυνατόν·
「デイノクラテスよ、私はできる限りのことをすべてしよう。
ἐπὶ δὲ σοῦ θαυμάζω πῶς δύνῃ παρὰ πότον ὀρχεῖσθαι, τηλικούτων πραγμάτων ἀρχὴν κεκινηκὼς ἐν τοῖς Ἕλλησιν.
しかし、ギリシア人の間にこれほど重大な事態の端緒を招いておきながら、よくもまあ酒席で踊っていられるものだと、君のことは不思議に思うばかりだ。
§23.5.13"ἐδόκει δὲ τότε βραχύ τι συσταλῆναι καὶ μαθεῖν ὡς ἀνοίκειον ὑπόθεσιν τῆς ἰδίας αἱρέσεως καὶ φύσεως ἀποδέδωκε.
」この時、彼は少しばかり恥じ入り、自らの選択や本性に全くそぐわない不適切な役割を引き受けてしまっていたことを悟ったかのように見えた。
§23.5.14πλὴν τότε παρῆν εἰς τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου πεπεισμένος ἐξ ἐφόδου τὰ κατὰ τὴν Μεσσήνην χειρισθήσεσθαι κατὰ τὴν αὑτοῦ βούλησιν.
ともあれ、その時彼は、ただちにメッセネの情勢が自分の望み通りに処理されるだろうと確信して、ティトゥスとともにギリシアへとやって来た。
§23.5.15οἱ δὲ περὶ τὸν Φιλοποίμενα, σαφῶς ἐπεγνωκότες ὅτι περὶ τῶν Ἑλληνικῶν ὁ Τίτος οὐδεμίαν ἐντολὴν ἔχει παρὰ τῆς συγκλήτου, τὴν ἡσυχίαν εἶχον, καραδοκοῦντες αὐτοῦ τὴν παρουσίαν.
一方、フィロポイメンの一派は、ティトゥスが元老院からギリシアの情勢に関していかなる指令も受けていないことを明確に見抜いていたため、彼の登場を待ち構えつつ、静観の構えを崩さなかった。
§23.5.16ἐπεὶ δὲ καταπλεύσας εἰς Ναύπακτον ἔγραψε τῷ στρατηγῷ καὶ τοῖς δαμιουργοῖς τῶν Ἀχαιῶν, κελεύων συνάγειν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, §23.5.17ἀντέγραψαν αὐτῷ διότι ποιήσουσιν, ἂν γράψῃ περὶ τίνων βούλεται διαλεχθῆναι τοῖς Ἀχαιοῖς· τοὺς γὰρ νόμους ταῦτα τοῖς ἄρχουσιν ἐπιτάττειν.
しかし、ティトゥスがナウパクトスに入港した後に、アカイア人のストラテゴス(将軍)とダミウルゴイ(政務官たち)に書簡を送り、アカイア人たちを民会に召集するよう命じたとき、彼らは、もし彼がアカイア人たちと何について話し合いたいのかを書面で知らせてくれるなら、そのようにするだろう、となぜなら法律が政務官たちにそのように命じているからである、と返答した。
§23.5.18τοῦ δὲ μὴ τολμῶντος γράφειν, αἱ μὲν τοῦ Δεινοκράτους ἐλπίδες καὶ τῶν ἀρχαίων λεγομένων φυγάδων, τότε δὲ προσφάτως ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων, καὶ συλλήβδην ἡ τοῦ Τίτου παρουσία καὶ προσδοκία τοῦτον τὸν τρόπον διέπεσεν.
しかし、ティトゥスが書面を送る勇気を持てなかったため、デイノクラテスの希望や、いわゆるかつての亡命者たち(当時はラケダイモンから追放されたばかりであった者たち)の希望、そして総じてティトゥスの到来とその期待は、このようにして水泡に帰した。