§23.4.1μέρος ἐν τοῖς ἑξῆς δηλώσομεν.
其中一部分我们将在下文中予以说明。
ἐπὶ δὲ τούτοις εἰσεκλήθησαν οἱ παρὰ τῶν Λακεδαιμονίων πρέσβεις.
在这些人之后,来自拉刻代蒙的使者们被召入。
τούτων δʼ ἦσαν διαφοραὶ τέτταρες.
在他们之中存在着四种不同的分歧。
§23.4.2οἱ μὲν γὰρ περὶ Λῦσιν ἥκοντες ὑπὲρ τῶν ἀρχαίων φυγάδων ἐπρέσβευον, φάσκοντες δεῖν ἔχειν αὐτοὺς πάσας τὰς κτήσεις, ἀφʼ ὧν ἐξ ἀρχῆς ἔφυγον· §23.4.3οἱ δὲ περὶ τὸν Ἀρέα καὶ τὸν Ἀλκιβιάδην, ἐφʼ ᾧ ταλαντιαίαν λαβόντες κτῆσιν ἐκ τῶν ἰδίων τὰ λοιπὰ διαδοῦναι τοῖς ἀξίοις τῆς πολιτείας.
因为吕西斯的一派是代表以前的流亡者来充当使者的,声称他们应该拥有最初逃亡时所留下的全部财产;而阿雷乌斯和阿尔基比亚德斯的一派,则是基于这样的条件:在从私有财产中获得价值一塔兰同的财产后,将剩余部分分配给那些配得上公民权的人。
§23.4.4Σήριππος δʼ ἐπρέσβευε περὶ τοῦ μένειν τὴν ὑποκειμένην κατάστασιν, ἣν ἔχοντές ποτε συνεπολιτεύοντο μετὰ τῶν Ἀχαιῶν.
塞里波斯则是为了维持现行的制度而充当使者,这是他们以前与阿开亚人共同参与国政时所拥有的制度。
§23.4.5ἀπὸ δὲ τῶν τεθανατωμένων καὶ τῶν ἐκπεπτωκότων κατὰ τὰ τῶν Ἀχαιῶν δόγματα παρῆσαν οἱ περὶ Χαίρωνα, κάθοδον αὑτοῖς ἀξιοῦντες συγχωρηθῆναι καὶ τὴν πολιτείαν ἀποκατασταθῆναι τοιαύτην,
而从那些根据阿开亚人的决议被处死和被驱逐的人中,凯龙的一派也在场,要求允许他们重返家园,并恢复以前那样的政体。
§23.4.6ἐποιοῦντο πρὸς τοὺς Ἀχαιοὺς οἰκείους ταῖς ἰδίαις ὑποθέσεσι λόγους.
他们向阿开亚人发表了适合于他们各自诉求的言论。
§23.4.7οὐ δυναμένη δὲ διευκρινεῖν ἡ σύγκλητος τὰς κατὰ μέρος διαφοράς, προεχειρίσατο τρεῖς ἄνδρας τοὺς καὶ πρότερον ἤδη πεπρεσβευκότας περὶ τούτων εἰς τὴν Πελοπόννησον· οὗτοι δʼ ἦσαν Τίτος, Κόιντος Καικίλιος, Ἄππιος Κλαύδιος
元老院由于无法理清这些具体的分歧,便指定了三位此前已就这些事务作为使者前往伯罗奔尼撒的人;他们是提图斯、昆图斯·凯基利乌斯和阿庇乌斯·克劳狄乌斯。
§23.4.8. ἐφʼ οἷς γενομένων λόγων πλειόνων, ὑπὲρ μὲν τοῦ καταπορεύεσθαι τοὺς πεφευγότας καὶ τεθανατωμένους καὶ περὶ τοῦ μένειν τὴν πόλιν μετὰ τῶν Ἀχαιῶν ἐγένετο πᾶσι σύμφωνον, §23.4.9περὶ δὲ τῶν κτήσεων, πότερον δεῖ τὸ τάλαντον εἰς ἑκάστους τοὺς φυγάδας ἐκ τῶν ἰδίων ἐκλέξασθαι, περὶ τούτων διημφισβήτουν πρὸς ἀλλήλους.
在他们面前进行了多次讨论之后,一方面,关于流亡者和被处死者的归国,以及关于该城市留在阿开亚人之中,所有人都达成了一致;但另一方面,关于财产问题,即每一位流亡者是否应当从私有财产中收回一塔兰同的价值,对此他们彼此争论不休。
§23.4.10ἵνα δὲ μὴ πάλιν ἐξ ἀκεραίου περὶ πάντων ἀντιλέγοιεν, ἔγγραπτον ὑπὲρ τῶν ὁμολογουμένων, ἐφʼ ὃ πάντες ἐπεβάλοντο τὰς ἰδίας σφραγῖδας.
为了防止他们再次从头开始对所有事情进行争论,他们就已达成一致的事项制成了一份书面协议,所有人都在上面盖上了各自的印章。
§23.4.11οἱ δὲ περὶ τὸν Τίτον βουλόμενοι καὶ τοὺς Ἀχαιοὺς εἰς τὴν ὁμολογίαν ἐμπλέξαι, προσεκαλέσαντο τοὺς περὶ Ξέναρχον.
提图斯一伙人希望将阿开亚人也拉入该协议中,便召来了克塞纳科斯一伙。
§23.4.12οὗτοι γὰρ ἐπρέσβευον τότε παρὰ τῶν Ἀχαιῶν, ἅμα μὲν ἀνανεούμενοι τὴν συμμαχίαν, ἅμα δὲ τῇ τῶν Λακεδαιμονίων διαφορᾷ προσεδρεύοντες.
因为这些人当时作为阿开亚人的使者,既是在更新同盟,同时也在关注着拉刻代蒙人的争端。
§23.4.13καὶ παρὰ τὴν προσδοκίαν ἐρωτώμενοι περὶ τῶν γραφομένων, εἰ συνευδοκοῦσιν, οὐκ οἶδʼ ὅπως εἰς ἀπορίαν ἐνέπεσον.
而出乎意料的是,当被问及对所写条款是否表示赞同的时候,他们不知怎地陷入了困境。
§23.4.14δυσηρεστοῦντο μὲν γὰρ τῇ καθόδῳ τῶν φυγάδων καὶ τῶν τεθανατωμένων διὰ τὸ γίνεσθαι παρὰ τὰ τῶν Ἀχαιῶν δόγματα καὶ παρὰ τὴν στήλην, εὐδοκοῦντο δὲ τοῖς ὅλοις τῷ γράφεσθαι διότι δεῖ τὴν πόλιν τῶν Λακεδαιμονίων πολιτεύειν μετὰ τῶν Ἀχαιῶν.
因为他们对流亡者和被处死者的归国感到不满,因为这是违反阿开亚人的决议和石碑规定而进行的;但他们对整体内容又感到满意,因为文中写着拉刻代蒙人的城市应当与阿开亚人共同参与国政。
§23.4.15καὶ πέρας τὰ μὲν ἀπορούμενοι, τὰ δὲ καταπληττόμενοι τοὺς ἄνδρας, ἐπεβάλοντο τὴν σφραγῖδα.
最终,他们一方面感到为难,另一方面又对这些人感到畏惧,便盖上了印章。
§23.4.16ἡ δὲ σύγκλητος προχειρισαμένη Κόιντον Μάρκιον πρεσβευτὴν ἐξαπέστελλεν ἐπί τε τὰ κατὰ Μακεδονίαν καὶ τὰ κατὰ Πελοπόννησον.
元老院指派昆图斯·马尔基乌斯为使者,派遣他前往处理马其顿和伯罗奔尼撒的事务。
—
—