§23.17.1ὅτι οἱ Μεσσήνιοι διὰ τὴν αὑτῶν ἄγνοιαν εἰς τὴν ἐσχάτην παραγενόμενοι διάθεσιν ἀποκατέστησαν εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν τῆς συμπολιτείας διὰ τὴν Λυκόρτα καὶ τῶν Ἀχαιῶν μεγαλοψυχίαν.
メッセニア人たちは自らの無知のゆえに極限の状態に陥ったものの、リュコルタスとアカイア人の寛大さによって、同盟の当初の体制へと復帰した。
§23.17.2ἡ δʼ Ἀβία καὶ Θουρία καὶ Φαραὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπὸ μὲν τῆς Μεσσήνης ἐχωρίσθησαν, ἰδίᾳ δὲ θέμεναι στήλην ἑκάστη μετεῖχεν τῆς κοινῆς συμπολιτείας.
また、アビア、トリア、パライはこの時にメッセネから離脱し、それぞれが独自に条約の碑を建てて、共通の同盟に加わった。
§23.17.3Ῥωμαῖοι δὲ πυθόμενοι κατὰ λόγον κεχωρηκέναι τοῖς Ἀχαιοῖς τὰ κατὰ τὴν Μεσσήνην, οὐδένα λόγον ποιησάμενοι τῆς πρότερον ἀποφάσεως ἄλλην ἔδωκαν τοῖς αὐτοῖς πρεσβευταῖς ἀπόκρισιν, διασαφοῦντες ὅτι πρόνοιαν πεποίηνται τοῦ μηθένα τῶν ἐξ Ἰταλίας μήθʼ ὅπλα μήτε σῖτον εἰσάγειν εἰς τὴν Μεσσήνην.
一方、ローマ人たちは、メッセネに関する事柄がアカイア人たちにとって都合よく運んだことを知ると、以前の決定を全く考慮に入れることなく、同じ使節たちに対して異なる回答を与え、イタリアからの何者も武器や兵糧をメッセネに輸出しないように配慮したということを明確にした。
§23.17.4ἐξ οὗ καταφανεῖς ἅπασιν ἐγενήθησαν ὅτι τοσοῦτον ἀπέχουσιν τοῦ τὰ μὴ λίαν ἀναγκαῖα τῶν ἐκτὸς πραγμάτων ἀποτρίβεσθαι καὶ παρορᾶν, ὡς τοὐναντίον καὶ δυσχεραίνουσιν ἐπὶ τῷ μὴ πάντων τὴν ἀναφορὰν ἐφʼ ἑαυτοὺς γίνεσθαι καὶ πάντα πράττεσθαι μετὰ τῆς αὑτῶν γνώμης.
このことから、彼らは、国外のそれほど差し迫っていない事柄を退けて看過するどころか、逆にすべての決定が自分たちに委ねられるわけではなく、すべてのことが自分たちの意向に従って行われるわけではないことに不快感を抱いていることが、誰の目にも明らかになった。
§23.17.5εἰς δὲ τὴν Λακεδαίμονα παραγενομένων τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης καὶ κομιζόντων τὴν ἀπόκρισιν, εὐθέως ὁ στρατηγὸς τῶν Ἀχαιῶν μετὰ τὸ συντελέσαι τὰ κατὰ τὴν Μεσσήνην συνῆγε τοὺς πολλοὺς εἰς τὴν τῶν Σικυωνίων πόλιν.
使節たちがローマからラケダイモンに到着してその回答を持ち帰ると、アカイア人の将軍はメッセネに関する事柄を完結させた直後に、ただちに民衆をシキュオンの町に招集した。
§23.17.6ἁθροισθέντων δὲ τῶν Ἀχαιῶν ἀνεδίδου διαβούλιον ὑπὲρ τοῦ προσλαβέσθαι τὴν Σπάρτην εἰς τὴν συμπολιτείαν,
アカイア人たちが集まると、彼はスパルタを同盟に受け入れることについて審議に付した。
§23.17.7φάσκων Ῥωμαίους μὲν ἀποτρίβεσθαι τὴν πρότερον αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν ὑπὲρ τῆς πόλεως ταύτης· ἀποκεκρίσθαι γὰρ αὐτοὺς νῦν μηθὲν εἶναι τῶν κατὰ Λακεδαίμονα πραγμάτων πρὸς αὑτούς·
彼は、ローマ人がこの都市について以前に彼らに与えられていた委託を放棄している、すなわち今やラケダイモンの事柄は自分たちには何の関係もないと回答したのだ、と主張した。
§23.17.8τοὺς δὲ κυριεύοντας τῆς Σπάρτης κατὰ τὸ παρὸν βούλεσθαι σφίσιν μετέχειν τῆς συμπολιτείας.
また、現在スパルタの実権を握っている者たち自身が、自分たちと同盟を共有することを望んでいると述べた。
§23.17.9διὸ παρεκάλει προσδέχεσθαι τὴν πόλιν·
それゆえ彼は、その都市を受け入れるよう勧告した。
εἶναι γὰρ τοῦτο κατὰ δύο τρόπους συμφέρον, καθʼ ἕνα μέν, ὅτι τούτους μέλλουσι προσλήψεσθαι τοὺς διατετηρηκότας τὴν πρὸς τὸ ἔθνος πίστιν, §23.17.10καθʼ ἕτερον δέ, διότι τῶν ἀρχαίων φυγάδων τοὺς ἀχαρίστως καὶ ἀσεβῶς ἀνεστραμμένους εἰς αὐτοὺς οὐχ ἕξουσι κοινωνοὺς τῆς πολιτείας, ἀλλʼ ἑτέρων αὐτοὺς ἐκκεκλεικότων τῆς πόλεως, βεβαιώσαντες τὰς ἐκείνων προαιρέσεις ἅμα τὴν ἁρμόζουσαν αὐτοῖς χάριν ἀποδώσουσι μετὰ τῆς τῶν θεῶν προνοίας.
なぜなら、これは二つの点において有益であるからだ。 第一には、同盟に対する忠誠を保ち続けてきた人々を受け入れることになるからであり、第二には、かつての亡命者たちのうち、アカイア人に対して恩知らずかつ不敬に振る舞った人々を市民生活の共同者として迎えることがなくなるからである。 そうではなく、他の人々が彼らを都市から閉め出した状態で、彼らの決定を承認しつつ、同時に神々の配慮とともに、彼らにふさわしい感謝を返すことになるからである。
§23.17.11ὁ μὲν οὖν Λυκόρτας ταῦτα καὶ τὰ τοιαῦτα λέγων παρεκάλει τοὺς Ἀχαιοὺς προσδέξασθαι τὴν πόλιν·
リュコルタスはこのように、またこれに類することを語って、アカイア人たちにその都市を受け入れるよう促した。
§23.17.12ὁ δὲ Διοφάνης καί τινες ἕτεροι βοηθεῖν ἐπειρῶντο τοῖς φυγάσι καὶ παρεκάλουν τοὺς Ἀχαιοὺς μὴ συνεπιθέσθαι τοῖς ἐκπεπτωκόσιν μηδὲ διʼ ὀλίγους ἀνθρώπους συνεπισχῦσαι τοῖς ἀσεβῶς καὶ παρανόμως αὐτοὺς ἐκ τῆς πατρίδος
しかし、ディオパネスと他の幾人かは亡命者たちを支援しようと試み、アカイア人たちに対して、追放された人々をさらに攻撃しないよう、また少数の人々のために、不敬かつ不法にも彼らを祖国から[追放している者たちに]加担して力を貸さないよう求めた。