§23.17.1ὅτι οἱ Μεσσήνιοι διὰ τὴν αὑτῶν ἄγνοιαν εἰς τὴν ἐσχάτην παραγενόμενοι διάθεσιν ἀποκατέστησαν εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν τῆς συμπολιτείας διὰ τὴν Λυκόρτα καὶ τῶν Ἀχαιῶν μεγαλοψυχίαν. §23.17.2ἡ δʼ Ἀβία καὶ Θουρία καὶ Φαραὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπὸ μὲν τῆς Μεσσήνης ἐχωρίσθησαν, ἰδίᾳ δὲ θέμεναι στήλην ἑκάστη μετεῖχεν τῆς κοινῆς συμπολιτείας. §23.17.3Ῥωμαῖοι δὲ πυθόμενοι κατὰ λόγον κεχωρηκέναι τοῖς Ἀχαιοῖς τὰ κατὰ τὴν Μεσσήνην, οὐδένα λόγον ποιησάμενοι τῆς πρότερον ἀποφάσεως ἄλλην ἔδωκαν τοῖς αὐτοῖς πρεσβευταῖς ἀπόκρισιν, διασαφοῦντες ὅτι πρόνοιαν πεποίηνται τοῦ μηθένα τῶν ἐξ Ἰταλίας μήθʼ ὅπλα μήτε σῖτον εἰσάγειν εἰς τὴν Μεσσήνην. §23.17.4ἐξ οὗ καταφανεῖς ἅπασιν ἐγενήθησαν ὅτι τοσοῦτον ἀπέχουσιν τοῦ τὰ μὴ λίαν ἀναγκαῖα τῶν ἐκτὸς πραγμάτων ἀποτρίβεσθαι καὶ παρορᾶν, ὡς τοὐναντίον καὶ δυσχεραίνουσιν ἐπὶ τῷ μὴ πάντων τὴν ἀναφορὰν ἐφʼ ἑαυτοὺς γίνεσθαι καὶ πάντα πράττεσθαι μετὰ τῆς αὑτῶν γνώμης. §23.17.5εἰς δὲ τὴν Λακεδαίμονα παραγενομένων τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης καὶ κομιζόντων τὴν ἀπόκρισιν, εὐθέως ὁ στρατηγὸς τῶν Ἀχαιῶν μετὰ τὸ συντελέσαι τὰ κατὰ τὴν Μεσσήνην συνῆγε τοὺς πολλοὺς εἰς τὴν τῶν Σικυωνίων πόλιν. §23.17.6ἁθροισθέντων δὲ τῶν Ἀχαιῶν ἀνεδίδου διαβούλιον ὑπὲρ τοῦ προσλαβέσθαι τὴν Σπάρτην εἰς τὴν συμπολιτείαν, §23.17.7φάσκων Ῥωμαίους μὲν ἀποτρίβεσθαι τὴν πρότερον αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν ὑπὲρ τῆς πόλεως ταύτης· ἀποκεκρίσθαι γὰρ αὐτοὺς νῦν μηθὲν εἶναι τῶν κατὰ Λακεδαίμονα πραγμάτων πρὸς αὑτούς· §23.17.8τοὺς δὲ κυριεύοντας τῆς Σπάρτης κατὰ τὸ παρὸν βούλεσθαι σφίσιν μετέχειν τῆς συμπολιτείας. §23.17.9διὸ παρεκάλει προσδέχεσθαι τὴν πόλιν· εἶναι γὰρ τοῦτο κατὰ δύο τρόπους συμφέρον, καθʼ ἕνα μέν, ὅτι τούτους μέλλουσι προσλήψεσθαι τοὺς διατετηρηκότας τὴν πρὸς τὸ ἔθνος πίστιν, §23.17.10καθʼ ἕτερον δέ, διότι τῶν ἀρχαίων φυγάδων τοὺς ἀχαρίστως καὶ ἀσεβῶς ἀνεστραμμένους εἰς αὐτοὺς οὐχ ἕξουσι κοινωνοὺς τῆς πολιτείας, ἀλλʼ ἑτέρων αὐτοὺς ἐκκεκλεικότων τῆς πόλεως, βεβαιώσαντες τὰς ἐκείνων προαιρέσεις ἅμα τὴν ἁρμόζουσαν αὐτοῖς χάριν ἀποδώσουσι μετὰ τῆς τῶν θεῶν προνοίας. §23.17.11ὁ μὲν οὖν Λυκόρτας ταῦτα καὶ τὰ τοιαῦτα λέγων παρεκάλει τοὺς Ἀχαιοὺς προσδέξασθαι τὴν πόλιν· §23.17.12ὁ δὲ Διοφάνης καί τινες ἕτεροι βοηθεῖν ἐπειρῶντο τοῖς φυγάσι καὶ παρεκάλουν τοὺς Ἀχαιοὺς μὴ συνεπιθέσθαι τοῖς ἐκπεπτωκόσιν μηδὲ διʼ ὀλίγους ἀνθρώπους συνεπισχῦσαι τοῖς ἀσεβῶς καὶ παρανόμως αὐτοὺς ἐκ τῆς πατρίδος
That the Messenians, having brought themselves to the brink of ruin through their own folly, were restored to their original position in the league through the magnanimity of Lycortas and the Achaeans. At this time, Abia, Thuria, and Pharae separated themselves from Messene, and each setting up a pillar of treaty individually, they associated themselves with the common league. The Romans, when they learned that the affairs of Messene had turned out successfully for the Achaeans, paying no attention to their former declaration, gave a different answer to the same envoys, explaining that they had taken precautions that no one from Italy should export either arms or corn to Messene. From this it became manifest to all that they were so far from putting aside and neglecting external matters that were not very pressing, that on the contrary they were even displeased when the reference of all matters was not made to themselves, and when everything was not done according to their own judgment. When the envoys arrived in Lacedaemon from Rome bringing this answer, the general of the Achaeans, immediately after completing the settlement of Messene, summoned the assembly to the city of Sicyon. When the Achaeans had assembled, he submitted for deliberation the question of admitting Sparta into the league, declaring that the Romans were setting aside the arbitration previously entrusted to them concerning this city; for they had now answered that the affairs of Lacedaemon were nothing to them; and that those who currently held power in Sparta wished to share the league with them. Therefore, he exhorted them to receive the city; for this was advantageous in two ways: in one way, because they were about to receive those who had preserved their loyalty to the league, and in another way, because they would not have as partners in their state those among the ancient exiles who had behaved ungratefully and impiously toward them, but rather, while others had shut them out of the city, by confirming the choices of the latter, they would at the same time render them the appropriate gratitude with the providence of the gods. Lycortas, then, by saying these and similar things, exhorted the Achaeans to receive the city; but Diophanes and some others tried to help the exiles, and exhorted the Achaeans not to join in attacking those who had been expelled, nor, for the sake of a few men, to support those who had impiously and unlawfully [driven] them from their fatherland...