Humanitext Reader

波利比奥斯 · 历史 §23.17.1-23.17.12

麦塞尼亚复归与接纳斯巴达之争

第 1048 段,共 1311 段 · 希腊语

内容简介

麦塞尼亚叛乱平息并重新加入亚该亚联邦,周边城市也各自加入。罗马见亚该亚人进展顺利便改变外交态度,联邦将军莱科塔斯随即提议接纳斯巴达加入联邦,但遭到戴奥凡尼等人的反对。

§23.17.1ὅτι οἱ Μεσσήνιοι διὰ τὴν αὑτῶν ἄγνοιαν εἰς τὴν ἐσχάτην παραγενόμενοι διάθεσιν ἀποκατέστησαν εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν τῆς συμπολιτείας διὰ τὴν Λυκόρτα καὶ τῶν Ἀχαιῶν μεγαλοψυχίαν.
麦塞尼亚人因自身的愚昧而陷入极度危险的境地,但由于莱科塔斯和亚该亚人的宽宏大量,他们得以恢复到原先的联邦体制之中。
§23.17.2ἡ δʼ Ἀβία καὶ Θουρία καὶ Φαραὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπὸ μὲν τῆς Μεσσήνης ἐχωρίσθησαν, ἰδίᾳ δὲ θέμεναι στήλην ἑκάστη μετεῖχεν τῆς κοινῆς συμπολιτείας.
此时,阿比亚、托里亚和法莱脱离了麦塞内,各自独立立碑签约,加入了共同的联邦。
§23.17.3Ῥωμαῖοι δὲ πυθόμενοι κατὰ λόγον κεχωρηκέναι τοῖς Ἀχαιοῖς τὰ κατὰ τὴν Μεσσήνην, οὐδένα λόγον ποιησάμενοι τῆς πρότερον ἀποφάσεως ἄλλην ἔδωκαν τοῖς αὐτοῖς πρεσβευταῖς ἀπόκρισιν, διασαφοῦντες ὅτι πρόνοιαν πεποίηνται τοῦ μηθένα τῶν ἐξ Ἰταλίας μήθʼ ὅπλα μήτε σῖτον εἰσάγειν εἰς τὴν Μεσσήνην.
罗马人得知麦塞内的事态已朝着有利于亚该亚人的方向发展,便完全不顾及之前的声明,对同一批使节给出了不同的答复,表明他们已采取预防措施,不让任何来自意大利的人向麦塞内输入武器或粮食。
§23.17.4ἐξ οὗ καταφανεῖς ἅπασιν ἐγενήθησαν ὅτι τοσοῦτον ἀπέχουσιν τοῦ τὰ μὴ λίαν ἀναγκαῖα τῶν ἐκτὸς πραγμάτων ἀποτρίβεσθαι καὶ παρορᾶν, ὡς τοὐναντίον καὶ δυσχεραίνουσιν ἐπὶ τῷ μὴ πάντων τὴν ἀναφορὰν ἐφʼ ἑαυτοὺς γίνεσθαι καὶ πάντα πράττεσθαι μετὰ τῆς αὑτῶν γνώμης.
由此,所有人都可以清楚地看出,他们不仅没有排斥和忽视那些并非极度紧迫的外部事务,相反,甚至对一切事务的最终决定权不归属于他们、一切不按照他们的意图来办感到不快。
§23.17.5εἰς δὲ τὴν Λακεδαίμονα παραγενομένων τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης καὶ κομιζόντων τὴν ἀπόκρισιν, εὐθέως ὁ στρατηγὸς τῶν Ἀχαιῶν μετὰ τὸ συντελέσαι τὰ κατὰ τὴν Μεσσήνην συνῆγε τοὺς πολλοὺς εἰς τὴν τῶν Σικυωνίων πόλιν.
当使节们带着答复从罗马到达拉刻代蒙时,亚该亚人的将军在处理完麦塞内的事务后,立即召集群众前往西锡安城。
§23.17.6ἁθροισθέντων δὲ τῶν Ἀχαιῶν ἀνεδίδου διαβούλιον ὑπὲρ τοῦ προσλαβέσθαι τὴν Σπάρτην εἰς τὴν συμπολιτείαν, §23.17.7φάσκων Ῥωμαίους μὲν ἀποτρίβεσθαι τὴν πρότερον αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν ὑπὲρ τῆς πόλεως ταύτης· ἀποκεκρίσθαι γὰρ αὐτοὺς νῦν μηθὲν εἶναι τῶν κατὰ Λακεδαίμονα πραγμάτων πρὸς αὑτούς· §23.17.8τοὺς δὲ κυριεύοντας τῆς Σπάρτης κατὰ τὸ παρὸν βούλεσθαι σφίσιν μετέχειν τῆς συμπολιτείας.
亚该亚人集会后,他提交了关于接纳斯巴达加入联邦的议案,声称罗马人放弃了先前委托给他们关于该城市的仲裁权;因为他们现在答复说,拉刻代蒙的事务与他们无关;并且目前掌控斯巴达的人希望与他们共享联邦。
§23.17.9διὸ παρεκάλει προσδέχεσθαι τὴν πόλιν· εἶναι γὰρ τοῦτο κατὰ δύο τρόπους συμφέρον, καθʼ ἕνα μέν, ὅτι τούτους μέλλουσι προσλήψεσθαι τοὺς διατετηρηκότας τὴν πρὸς τὸ ἔθνος πίστιν, §23.17.10καθʼ ἕτερον δέ, διότι τῶν ἀρχαίων φυγάδων τοὺς ἀχαρίστως καὶ ἀσεβῶς ἀνεστραμμένους εἰς αὐτοὺς οὐχ ἕξουσι κοινωνοὺς τῆς πολιτείας, ἀλλʼ ἑτέρων αὐτοὺς ἐκκεκλεικότων τῆς πόλεως, βεβαιώσαντες τὰς ἐκείνων προαιρέσεις ἅμα τὴν ἁρμόζουσαν αὐτοῖς χάριν ἀποδώσουσι μετὰ τῆς τῶν θεῶν προνοίας.
因此,他劝告大家接纳该城市;因为这在两方面都是有利的:第一,因为他们将接纳那些对联邦保持忠诚的人,第二,因为在古代流亡者中,他们不会让那些对他们表现得忘恩负义和不敬的人成为城邦的共同参与者;相反,在其他人已将这些流亡者拒之城门之外的情况下,通过确认后者的决定,他们将同时在神明的庇佑下向他们表达应有的感谢。
§23.17.11ὁ μὲν οὖν Λυκόρτας ταῦτα καὶ τὰ τοιαῦτα λέγων παρεκάλει τοὺς Ἀχαιοὺς προσδέξασθαι τὴν πόλιν· §23.17.12ὁ δὲ Διοφάνης καί τινες ἕτεροι βοηθεῖν ἐπειρῶντο τοῖς φυγάσι καὶ παρεκάλουν τοὺς Ἀχαιοὺς μὴ συνεπιθέσθαι τοῖς ἐκπεπτωκόσιν μηδὲ διʼ ὀλίγους ἀνθρώπους συνεπισχῦσαι τοῖς ἀσεβῶς καὶ παρανόμως αὐτοὺς ἐκ τῆς πατρίδος
莱科塔斯通过讲述这些以及类似的话,劝告亚该亚人接纳该城市;但戴奥凡尼和其他一些人试图帮助流亡者,并劝告亚该亚人不要联合攻击那些被驱逐的人,也不要为了少数人而支持那些不敬且非法将他们从祖国[驱逐出去的人]……

词汇与语法注释

  1. 23.17.1διὰ τὴν Λυκόρτα — 该名词 Λυκόρτας 是第一变格法阳性名词。由于其位于介词 διά 和冠词 τὴν 之后,理应使用属格 Λυκόρτου(或 Λυκόρτα)。抄本中的 Λυκόρτας 可能是主格形式被直接套用,或者是后期希腊语中属格变化的一种变体。
  2. 23.17.3τοῦ μηθένα ... εἰσάγειν — 一个属格不定式结构(τοῦ + 不定式),同位语式地解释名词 πρόνοιαν(顾虑/预防)的具体内容。该不定式的主语为宾格的 μηθένα,双重否定词 μηθένα... μήθʼ... μήτε 的叠用增强了该从句中的全称否定语气。
  3. 23.17.4τοσοῦτον ἀπέχουσιν τοῦ ... ὡς ... — 表示“不仅远未达到……,相反却……”的关联句式。τοσοῦτον ἀπέχω 支配带有 τοῦ 的属格不定式(ἀποτρίβεσθαι καὶ παρορᾶν),并由表示结果的连词 ὡς(相当于 ὥστε)引导,引出与主句事实相反的逆转结果。
  4. 23.17.10τῶν ἀρχαίων φυγάδων τοὺς ... — 前置的属格短语 τῶν ἀρχαίων φυγάδων 是修饰后续宾格限定分词短语 τοὺς ... ἀνεστραμμένους 的部分属格(partitive genitive),通过语序倒装(hyperbaton)起到了强调作用。
  5. 23.17.12τοῖς ἀσεβῶς καὶ παρανόμως αὐτοὺς ἐκ τῆς πατρίδος — 本章末尾在抄本流传中存在残缺。在介词短语 ἐκ τῆς πατρίδος 之后,理应有一个受关系代词或冠词性与格 τοῖς 所支配的动词(大概是表示“将他们驱逐出境者”的分词,如 ἐκβάλλουσιν),此处已发生脱漏。

引用这一段

波利比奥斯, 历史 §23.17.1-23.17.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:23.17.1-23.17.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。