§23.16.1ὅτι ὁ Λυκόρτας ὁ τῶν Ἀχαιῶν στρατηγὸς τοὺς Μεσσηνίους καταπληξάμενος τῷ πολέμῳ
アカイア同盟の将軍リュコルタスが、戦争によってメッセニア人を圧倒したことについて。
§23.16.2πάλαι μὲν οἱ Μεσσήνιοι καταπεπληγμένοι τὸν πρὸ τοῦ χρόνον τοὺς προεστῶτας, τότε μόλις ἐθάρρησάν τινες αὐτῶν φωνὴν ἀφιέναι, πιστεύσαντες τῇ τῶν πολεμίων ἐφεδρείᾳ, καὶ λέγειν ὅτι δεῖ πρεσβεύειν ὑπὲρ διαλύσεως.
メッセニア人たちは、以前の時期には指導者たちを恐れていたが、その時になって、敵の待機を頼りにして、彼らのうちの何人かがようやく勇気を出して声を上げ、和解のために使節を送るべきだと言い出した。
§23.16.3οἱ μὲν οὖν περὶ τὸν Δεινοκράτην οὐκέτι δυνάμενοι πρὸς τὸ πλῆθος ἀντοφθαλμεῖν διὰ τὸ περιέχεσθαι τοῖς πράγμασιν εἴξαντες ἀνεχώρησαν εἰς τὰς ἰδίας οἰκήσεις.
デイノクラテスの一派は、事態に包囲されていたため、もはや民衆に立ち向かうことができず、屈服してそれぞれの家へと退いた。
§23.16.4οἱ δὲ πολλοὶ παρακληθέντες ὑπό τε τῶν πρεσβυτέρων καὶ μάλιστα τῶν ἐκ Βοιωτίας πρεσβευτῶν,
一方、民衆は、長老たちと、とりわけボイオティアからの使節たちによって促された。
§23.16.5οἳ πρότερον ἤδη παραγεγονότες ἐπὶ τὰς διαλύσεις, Ἐπαίνετος καὶ Ἀπολλόδωρος, εὐκαίρως τότε παρέτυχον ἐν τῇ Μεσσήνῃ, ταχέως ἐπακολουθήσαντες ἐπὶ τὰς διαλύσεις οἱ Μεσσήνιοι κατέστησαν πρεσβευτὰς καὶ τούτους ἐξέπεμψαν, δεόμενοι τυχεῖν συγγνώμης ἐπὶ τοῖς ἡμαρτημένοις.
この使節たち、すなわち以前すでに和解のために到来していたエパイネトスとアポロドロスは、ちょうどその時メッセネに都合よく居合わせていたのであるが、メッセニア人たちは速やかに和解の手続きに従い、使節たちを任命して彼らを送り出し、犯した過ちに対する許しを得ることを懇願した。
§23.16.6ὁ δὲ στρατηγὸς τῶν Ἀχαιῶν παραλαβὼν τοὺς συνάρχοντας καὶ διακούσας τῶν παραγεγονότων μίαν ἔφη Μεσσηνίοις πρὸς τὸ ἔθνος εἶναι διάλυσιν,
アカイア人の将軍は、同僚の官職者たちを伴って、やって来た者たちの言い分を詳しく聞いた上で、メッセニア人が同盟と和解する方法は唯一つしかないと言った。
§23.16.7ἐὰν μὲν τοὺς αἰτίους τῆς ἀποστάσεως καὶ τῆς Φιλοποίμενος ἀναιρέσεως ἤδη παραδῶσιν αὐτῷ, περὶ δὲ τῶν ἄλλων ἁπάντων ἐπιτροπὴν δῶσιν τοῖς Ἀχαιοῖς, εἰς δὲ τὴν ἄκραν εἰσδέξωνται παραχρῆμα φυλακήν.
それは、もし彼らが反乱とフィロポイメン殺害の責任者たちをただちに彼に引き渡し、その他のすべての事柄についてはアカイア人に全権を委ね、城塞にただちに守備隊を受け入れるならば、ということである。
§23.16.8ἀναγγελθέντων δὲ τούτων εἰς τοὺς ὄχλους, οἱ μὲν πάλαι πικρῶς διακείμενοι πρὸς τοὺς αἰτίους τοῦ πολέμου πρόθυμοι τούτους ἦσαν ἐκδιδόναι καὶ συλλαμβάνειν, οἱ δὲ πεπεισμένοι μηδὲν πείσεσθαι δεινὸν ὑπὸ τῶν Ἀχαιῶν ἑτοίμως συγκατέβαινον εἰς τὴν ὑπὲρ τῶν ὅλων ἐπιτροπήν.
これらが民衆に報告されると、以前から戦争の責任者たちに対して激しい怒りを抱いていた者たちは、彼らを引き渡し逮捕することに積極的であり、また、アカイア人からは何も恐ろしい目に遭わされないと確信している者たちは、万事に関する決定権の委託に快く応じた。
§23.16.9τὸ δὲ συνέχον, οὐκ ἔχοντες αἵρεσιν περὶ τῶν παρόντων ὁμοθυμαδὸν ἐδέξαντο τὰ προτεινόμενα.
要するに、現在の状況において選択の余地がなかったため、彼らは満場一致で提案を受け入れた。
§23.16.10τὴν μὲν οὖν ἄκραν εὐθέως παραλαβὼν ὁ στρατηγὸς τοὺς πελταστὰς εἰς αὐτὴν παρήγαγεν,
そこで将軍はすぐに城塞を受け取ると、ペルタステスたちをその中に進駐させた。
§23.16.11μετὰ δὲ ταῦτα προσλαβὼν τοὺς ἐπιτηδείους ἐκ τοῦ στρατοπέδου παρῆλθεν εἰς τὴν πόλιν καὶ συναγαγὼν τοὺς ὄχλους παρεκάλεσε τὰ πρέποντα τοῖς ἐνεστῶσι καιροῖς, ἐπαγγελλόμενος ἀμεταμέλητον αὐτοῖς ἔσεσθαι τὴν πίστιν.
その後、軍営から信頼できる者たちを伴って、彼は市内に入り、民衆を集めて、現在の状況にふさわしい言葉で彼らを励まし、彼らの忠誠は後悔させないものになるだろうと約束した。
§23.16.12τῆς μὲν οὖν ὑπὲρ τῶν ὅλων διαλήψεως τὴν ἀναφορὰν ἐπὶ τὸ ἔθνος ἐποιήσατο — καὶ γὰρ ὥσπερ ἐπίτηδες συνέβαινε τότε πάλιν συνάγεσθαι τοὺς Ἀχαιοὺς εἰς Μεγάλην πόλιν ἐπὶ τὴν δευτέραν σύνοδον —
こうして、万事に関する決定については同盟に委ねた。 というのも、あたかも都合よく、その時再びアカイア人たちが第2回会議のためにメガロポリスに集まることになっていたからである。
§23.16.13τῶν δʼ ἐν ταῖς αἰτίαις ὅσοι μὲν μετέσχον τοῦ παρʼ αὐτὸν τὸν καιρὸν ἐπανελέσθαι τὸν Φιλοποίμενα, τούτοις ἐπέταξε παραχρῆμα πάντας αὐτοὺς ἐξάγειν ἐκ τοῦ ζῆν —
そして、罪を問われている者たちのうち、まさにその時にフィロポイメンを殺害することに関与した者たちについては、彼ら全員にただちに自ら命を絶つよう命じた。