§23.1.1ὅτι κατὰ τὴν ἐνάτην καὶ τετταρακοστὴν ὀλυμπιάδα πρὸς ταῖς ἑκατὸν εἰς τὴν Ῥώμην ἡθροίσθησαν πρεσβειῶν πλῆθος ἀπὸ τῆς Ἑλλάδος, ὅσον οὐ ταχέως πρότερον.
第百四十九オリンピア期に、ギリシアからローマにかつてないほど多くの使節が集まったこと。
§23.1.2τοῦ γὰρ Φιλίππου συγκλεισθέντος εἰς τὴν κατὰ τὸ σύμβολον δικαιοδοσίαν πρὸς τοὺς ἀστυγείτονας, καὶ τῶν Ῥωμαίων γνωσθέντων ὅτι προσδέχονται τὰς κατὰ Φιλίππου κατηγορίας καὶ πρόνοιαν ποιοῦνται τῆς ἀσφαλείας τῶν πρὸς αὐτὸν ἀμφισβητούντων, §23.1.3ἅπαντες οἱ παρακείμενοι τῇ Μακεδονίᾳ παρῆσαν, οἱ μὲν κατʼ ἰδίαν, οἱ δὲ κατὰ πόλιν, οἱ δὲ κατὰ τὰς ἐθνικὰς συστάσεις, ἐγκαλοῦντες τῷ Φιλίππῳ.
フィリッポスが近隣住民との条約に基づく裁判手続きに拘束されるようになり、また、ローマ人がフィリッポスに対する告発を受け入れ、彼と争う者たちの安全に配慮していることが知られたため、マケドニアに隣接するすべての者たちが、ある者は個人として、ある者は都市として、ある者は民族の連合体として、フィリッポスを訴えるためにやって来た。
§23.1.4σὺν δὲ τούτοις οἱ παρʼ Εὐμένους ἧκον ἅμʼ Ἀθηναίῳ τῷ τοῦ βασιλέως ἀδελφῷ, κατηγορήσοντες αὐτοῦ περί τε τῶν ἐπὶ Θρᾴκης πόλεων καὶ περὶ τῆς ἀποσταλείσης Προυσίᾳ βοηθείας.
これらに加えて、エウメネスからの使節たちも、王の弟アテナイオスとともに、トラキアの都市について、またプルーシアスに送られた援助について彼を告発するためにやって来た。
§23.1.5ἧκε δὲ καὶ Δημήτριος ὁ τοῦ Φιλίππου πρὸς πάντας τούτους ἀπολογησόμενος, ἔχων Ἀπελλῆν καὶ Φιλοκλῆ μεθʼ αὑτοῦ, τοὺς τότε δοκοῦντας εἶναι πρώτους φίλους τοῦ βασιλέως.
フィリッポスの息子デメトリオスも、これらすべての人々に対して弁明するために、当時王の第一の友とみなされていたアペレスとフィロクレスを伴ってやって来た。
§23.1.6παρῆσαν δὲ καὶ παρὰ Λακεδαιμονίων πρέσβεις, ἀφʼ ἑκάστου γένους τῶν ἐν τῇ πόλει.
スパルタ人からも、市内の各党派からの使節が来ていた。
§23.1.7πρῶτον μὲν οὖν ἡ σύγκλητος εἰσεκαλέσατο τὸν Ἀθήναιον καὶ δεξαμένη τὸν στέφανον, ὃν ἐκόμιζεν ἀπὸ μυρίων καὶ πεντακισχιλίων χρυσῶν, ἐπῄνεσέ τε μεγαλομερῶς τὸν Εὐμένη καὶ τοὺς ἀδελφοὺς διὰ τῆς ἀποκρίσεως καὶ παρεκάλεσε μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως.
まず元老院はアテナイオスを召し入れ、彼が持ってきた一万五千金貨相当の冠を受け取り、回答によってエウメネスとその兄弟たちを寛大に称賛し、同じ方針にとどまるよう勧告した。
§23.1.8ἐπὶ δὲ τούτῳ τὸν Δημήτριον εἰσαγαγόντες οἱ στρατηγοὶ παρεκαλέσαντο τοὺς κατηγοροῦντας τοῦ Φιλίππου πάντας καὶ παρῆγον κατὰ μίαν πρεσβείαν.
その後に、執政官たちはデメトリオスを招き入れ、フィリッポスを告発するすべての人々を呼び寄せ、一使節団ずつ前に進み出させた。
§23.1.9οὐσῶν δὲ τῶν πρεσβειῶν πολλῶν, καὶ τῆς εἰσόδου τούτων γενομένης ἐπὶ τρεῖς ἡμέρας, εἰς ἀπορίαν ἐνέπιπτεν ἡ σύγκλητος περὶ τοῦ πῶς δεῖ χειρισθῆναι τὰ κατὰ μέρος.
使節団が多く、彼らの謁見が三日間に及んだため、元老院は個々の案件をどのように処理すべきかについて当惑に陥った。
§23.1.10παρά τε γὰρ Θετταλῶν καὶ κατὰ κοινὸν ἧκον καὶ κατʼ ἰδίαν ἀφʼ ἑκάστης πόλεως πρεσβευταί, παρά τε Περραιβῶν, ὁμοίως δὲ καὶ παρʼ Ἀθαμάνων καὶ παρʼ Ἠπειρωτῶν καὶ παρʼ Ἰλλυριῶν·
テッサリア人からは共同体としても個別都市からも使節が来ており、ペライボイ人、同様にアタマニア人、エペイロス人、イリュリア人からも来ていたからである。
§23.1.11ὧν οἱ μὲν περὶ χώρας, οἱ δὲ περὶ σωμάτων, οἱ δὲ περὶ θρεμμάτων ἧκον ἀμφισβητοῦντες, ἔνιοι δὲ περὶ συμβολαίων καὶ τῶν εἰς αὑτοὺς ἀδικημάτων,
彼らのうち、ある者は領土、ある者は人身、ある者は家畜について争うために、またある者は契約や自分たちに対する不正行為について訴えるために来ていた。
§23.1.12τινὲς μὲν οὐ φάσκοντες δύνασθαι τυχεῖν τοῦ δικαίου κατὰ τὸ σύμβολον διὰ τὸ τὸν Φίλιππον ἐκκόπτειν τὴν δικαιοδοσίαν, τινὲς δʼ ἐγκαλοῦντες τοῖς κρίμασιν ὡς παραβεβραβευμένοι, διαφθείραντος τοῦ Φιλίππου τοὺς δικαστάς.
ある者は、フィリッポスが司法手続きを妨げているために条約に基づく正義を得ることができないと主張し、他の者は、フィリッポスが裁判官を買収したために不当な判決を下されたとして、判決を不服と訴えていた。
§23.1.13καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία καὶ δυσχώρητος ἐκ τῶν κατηγορουμένων.
総じて、告発内容から生じた混乱はきわめて複雑で、容易に解決しがたいものであった。