§23.1.1ὅτι κατὰ τὴν ἐνάτην καὶ τετταρακοστὴν ὀλυμπιάδα πρὸς ταῖς ἑκατὸν εἰς τὴν Ῥώμην ἡθροίσθησαν πρεσβειῶν πλῆθος ἀπὸ τῆς Ἑλλάδος, ὅσον οὐ ταχέως πρότερον. §23.1.2τοῦ γὰρ Φιλίππου συγκλεισθέντος εἰς τὴν κατὰ τὸ σύμβολον δικαιοδοσίαν πρὸς τοὺς ἀστυγείτονας, καὶ τῶν Ῥωμαίων γνωσθέντων ὅτι προσδέχονται τὰς κατὰ Φιλίππου κατηγορίας καὶ πρόνοιαν ποιοῦνται τῆς ἀσφαλείας τῶν πρὸς αὐτὸν ἀμφισβητούντων, §23.1.3ἅπαντες οἱ παρακείμενοι τῇ Μακεδονίᾳ παρῆσαν, οἱ μὲν κατʼ ἰδίαν, οἱ δὲ κατὰ πόλιν, οἱ δὲ κατὰ τὰς ἐθνικὰς συστάσεις, ἐγκαλοῦντες τῷ Φιλίππῳ. §23.1.4σὺν δὲ τούτοις οἱ παρʼ Εὐμένους ἧκον ἅμʼ Ἀθηναίῳ τῷ τοῦ βασιλέως ἀδελφῷ, κατηγορήσοντες αὐτοῦ περί τε τῶν ἐπὶ Θρᾴκης πόλεων καὶ περὶ τῆς ἀποσταλείσης Προυσίᾳ βοηθείας. §23.1.5ἧκε δὲ καὶ Δημήτριος ὁ τοῦ Φιλίππου πρὸς πάντας τούτους ἀπολογησόμενος, ἔχων Ἀπελλῆν καὶ Φιλοκλῆ μεθʼ αὑτοῦ, τοὺς τότε δοκοῦντας εἶναι πρώτους φίλους τοῦ βασιλέως. §23.1.6παρῆσαν δὲ καὶ παρὰ Λακεδαιμονίων πρέσβεις, ἀφʼ ἑκάστου γένους τῶν ἐν τῇ πόλει. §23.1.7πρῶτον μὲν οὖν ἡ σύγκλητος εἰσεκαλέσατο τὸν Ἀθήναιον καὶ δεξαμένη τὸν στέφανον, ὃν ἐκόμιζεν ἀπὸ μυρίων καὶ πεντακισχιλίων χρυσῶν, ἐπῄνεσέ τε μεγαλομερῶς τὸν Εὐμένη καὶ τοὺς ἀδελφοὺς διὰ τῆς ἀποκρίσεως καὶ παρεκάλεσε μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως. §23.1.8ἐπὶ δὲ τούτῳ τὸν Δημήτριον εἰσαγαγόντες οἱ στρατηγοὶ παρεκαλέσαντο τοὺς κατηγοροῦντας τοῦ Φιλίππου πάντας καὶ παρῆγον κατὰ μίαν πρεσβείαν. §23.1.9οὐσῶν δὲ τῶν πρεσβειῶν πολλῶν, καὶ τῆς εἰσόδου τούτων γενομένης ἐπὶ τρεῖς ἡμέρας, εἰς ἀπορίαν ἐνέπιπτεν ἡ σύγκλητος περὶ τοῦ πῶς δεῖ χειρισθῆναι τὰ κατὰ μέρος. §23.1.10παρά τε γὰρ Θετταλῶν καὶ κατὰ κοινὸν ἧκον καὶ κατʼ ἰδίαν ἀφʼ ἑκάστης πόλεως πρεσβευταί, παρά τε Περραιβῶν, ὁμοίως δὲ καὶ παρʼ Ἀθαμάνων καὶ παρʼ Ἠπειρωτῶν καὶ παρʼ Ἰλλυριῶν· §23.1.11ὧν οἱ μὲν περὶ χώρας, οἱ δὲ περὶ σωμάτων, οἱ δὲ περὶ θρεμμάτων ἧκον ἀμφισβητοῦντες, ἔνιοι δὲ περὶ συμβολαίων καὶ τῶν εἰς αὑτοὺς ἀδικημάτων, §23.1.12τινὲς μὲν οὐ φάσκοντες δύνασθαι τυχεῖν τοῦ δικαίου κατὰ τὸ σύμβολον διὰ τὸ τὸν Φίλιππον ἐκκόπτειν τὴν δικαιοδοσίαν, τινὲς δʼ ἐγκαλοῦντες τοῖς κρίμασιν ὡς παραβεβραβευμένοι, διαφθείραντος τοῦ Φιλίππου τοὺς δικαστάς. §23.1.13καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία καὶ δυσχώρητος ἐκ τῶν κατηγορουμένων.
That in the hundred and forty-ninth Olympiad, there assembled in Rome a larger number of embassies from Greece than had ever been seen before. For, as Philip was restricted to the jurisdiction established by treaty with his neighbors, and as it became known that the Romans were receiving the accusations against Philip and taking thought for the safety of those who had disputes with him, all those who bordered on Macedonia made their appearance, some individually, some by cities, and others by national leagues, bringing charges against Philip. Along with these came the envoys of Eumenes together with Athenaeus, the king's brother, to accuse him concerning the cities in Thrace and the assistance sent to Prusias. Demetrius, the son of Philip, also came to make defense against all these, having with him Apelles and Philocles, who were at that time considered to be the chief friends of the king. There were also present ambassadors from the Lacedaemonians, representing each of the factions in the city. First, then, the Senate summoned Athenaeus, and having accepted the crown which he brought, valued at fifteen thousand gold pieces, they handsomely praised Eumenes and his brothers in their reply, and exhorted them to adhere to the same policy. After this, the consuls, having introduced Demetrius, summoned all those who accused Philip and brought them forward one embassy at a time. As the embassies were numerous, and their introduction occupied three days, the Senate fell into difficulty as to how they should manage the details. For ambassadors had come from the Thessalians both collectively and from each city individually, and from the Perrhaebians, and likewise from the Athamanes, the Epirotes, and the Illyrians; of whom some came disputing about territory, others about persons, others about livestock, and some about contracts and injuries done to themselves, some declaring that they could not obtain justice according to the treaty because Philip blocked the jurisdiction, others complaining against the judgments as having been unfairly decided, since Philip had corrupted the judges. In general, there was a diverse and intractable confusion arising from the accusations.