§23.1.1ὅτι κατὰ τὴν ἐνάτην καὶ τετταρακοστὴν ὀλυμπιάδα πρὸς ταῖς ἑκατὸν εἰς τὴν Ῥώμην ἡθροίσθησαν πρεσβειῶν πλῆθος ἀπὸ τῆς Ἑλλάδος, ὅσον οὐ ταχέως πρότερον.
在第一百四十九届奥林匹亚运动会期间,来自希腊的大批使团聚集在罗马,其人数之多,为以往所罕见。
§23.1.2τοῦ γὰρ Φιλίππου συγκλεισθέντος εἰς τὴν κατὰ τὸ σύμβολον δικαιοδοσίαν πρὸς τοὺς ἀστυγείτονας, καὶ τῶν Ῥωμαίων γνωσθέντων ὅτι προσδέχονται τὰς κατὰ Φιλίππου κατηγορίας καὶ πρόνοιαν ποιοῦνται τῆς ἀσφαλείας τῶν πρὸς αὐτὸν ἀμφισβητούντων, §23.1.3ἅπαντες οἱ παρακείμενοι τῇ Μακεδονίᾳ παρῆσαν, οἱ μὲν κατʼ ἰδίαν, οἱ δὲ κατὰ πόλιν, οἱ δὲ κατὰ τὰς ἐθνικὰς συστάσεις, ἐγκαλοῦντες τῷ Φιλίππῳ.
因为随着菲利普被限制在与邻国签订的条约所规定的司法管辖权之内,且罗马人被得知愿意接受对菲利普的指控并保护与他有争端之人的安全,所有与马其顿相邻的人都来到了罗马,有的以个人名义,有的代表城市,有的代表民族联盟,纷纷控告菲利普。
§23.1.4σὺν δὲ τούτοις οἱ παρʼ Εὐμένους ἧκον ἅμʼ Ἀθηναίῳ τῷ τοῦ βασιλέως ἀδελφῷ, κατηγορήσοντες αὐτοῦ περί τε τῶν ἐπὶ Θρᾴκης πόλεων καὶ περὶ τῆς ἀποσταλείσης Προυσίᾳ βοηθείας.
此外,欧墨尼斯的使者们与国王的弟弟阿塔奈乌斯一同前来,指控他关于色雷斯城市的事宜以及向普鲁西阿斯提供的援助。
§23.1.5ἧκε δὲ καὶ Δημήτριος ὁ τοῦ Φιλίππου πρὸς πάντας τούτους ἀπολογησόμενος, ἔχων Ἀπελλῆν καὶ Φιλοκλῆ μεθʼ αὑτοῦ, τοὺς τότε δοκοῦντας εἶναι πρώτους φίλους τοῦ βασιλέως.
菲利普之子德米特里乌斯也来为应对所有这些指控进行辩护,随行的有阿佩莱斯和菲洛克莱斯,他们当时被认为是国王最亲信的“朋友”。
§23.1.6παρῆσαν δὲ καὶ παρὰ Λακεδαιμονίων πρέσβεις, ἀφʼ ἑκάστου γένους τῶν ἐν τῇ πόλει.
此外,拉刻代蒙(斯巴达)人也派来了使者,代表城邦内的各个派系。
§23.1.7πρῶτον μὲν οὖν ἡ σύγκλητος εἰσεκαλέσατο τὸν Ἀθήναιον καὶ δεξαμένη τὸν στέφανον, ὃν ἐκόμιζεν ἀπὸ μυρίων καὶ πεντακισχιλίων χρυσῶν, ἐπῄνεσέ τε μεγαλομερῶς τὸν Εὐμένη καὶ τοὺς ἀδελφοὺς διὰ τῆς ἀποκρίσεως καὶ παρεκάλεσε μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως.
首先,元老院召见了阿塔奈乌斯,并接受了他带来的价值一万五千金币的金冠,在答复中慷慨地赞扬了欧墨尼斯及其兄弟们,并劝勉他们保持同样的立场。
§23.1.8ἐπὶ δὲ τούτῳ τὸν Δημήτριον εἰσαγαγόντες οἱ στρατηγοὶ παρεκαλέσαντο τοὺς κατηγοροῦντας τοῦ Φιλίππου πάντας καὶ παρῆγον κατὰ μίαν πρεσβείαν.
随后,执政官们引见德米特里乌斯,并召集了所有控告菲利普的人,让使团一个接一个地出场。
§23.1.9οὐσῶν δὲ τῶν πρεσβειῶν πολλῶν, καὶ τῆς εἰσόδου τούτων γενομένης ἐπὶ τρεῖς ἡμέρας, εἰς ἀπορίαν ἐνέπιπτεν ἡ σύγκλητος περὶ τοῦ πῶς δεῖ χειρισθῆναι τὰ κατὰ μέρος.
由于使团众多,他们的引见持续了三天,元老院对于如何处理这些具体细节陷入了困境。
§23.1.10παρά τε γὰρ Θετταλῶν καὶ κατὰ κοινὸν ἧκον καὶ κατʼ ἰδίαν ἀφʼ ἑκάστης πόλεως πρεσβευταί, παρά τε Περραιβῶν, ὁμοίως δὲ καὶ παρʼ Ἀθαμάνων καὶ παρʼ Ἠπειρωτῶν καὶ παρʼ Ἰλλυριῶν· §23.1.11ὧν οἱ μὲν περὶ χώρας, οἱ δὲ περὶ σωμάτων, οἱ δὲ περὶ θρεμμάτων ἧκον ἀμφισβητοῦντες, ἔνιοι δὲ περὶ συμβολαίων καὶ τῶν εἰς αὑτοὺς ἀδικημάτων, §23.1.12τινὲς μὲν οὐ φάσκοντες δύνασθαι τυχεῖν τοῦ δικαίου κατὰ τὸ σύμβολον διὰ τὸ τὸν Φίλιππον ἐκκόπτειν τὴν δικαιοδοσίαν, τινὲς δʼ ἐγκαλοῦντες τοῖς κρίμασιν ὡς παραβεβραβευμένοι, διαφθείραντος τοῦ Φιλίππου τοὺς δικαστάς.
因为来自塞萨利人的使者既有以联盟名义来的,也有来自各个城市的,还有来自佩赖比人,以及同样来自阿塔马内斯人、伊庇鲁斯人和伊利里亚人的使者;在他们之中,有的为领土争端而来,有的为人口,有的为牲畜,有的则为私人契约及对他们造成的伤害而来;有的人声称无法根据条约获得公正的审判,因为菲利普阻碍了司法管辖,有的人则抱怨判决不公,因为菲利普收买了法官。
§23.1.13καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία καὶ δυσχώρητος ἐκ τῶν κατηγορουμένων.
总之,控诉引发了各种复杂且难以解决的混乱。