§22.9.1ἐπὶ δὲ τοῖς προειρημένοις εἰσήχθη τὸ περὶ Πτολεμαίου διαβούλιον·
前述の事柄の後に、プトレマイオスに関する審議が提起された。
§22.9.2ἐν ᾧ προκληθέντων τῶν ἀποσταλέντων πρεσβευτῶν ὑπὸ τῶν Ἀχαιῶν πρὸς Πτολεμαῖον, προελθὼν Λυκόρτας μετὰ τῶν πρεσβευτῶν ἀπελογίσατο πρῶτον μὲν τίνα τρόπον καὶ δοῖεν καὶ λάβοιεν τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας, §22.9.3εἶτα διότι κομίζοιεν δωρεὰν κοινῇ τοῖς Ἀχαιοῖς ἑξακισχίλια μὲν ὅπλα χαλκᾶ πελταστικά, διακόσια δὲ τάλαντα νομίσματος ἐπισήμου χαλκοῦ·
その審議において、アカイア人によってプトレマイオスの元へ派遣されていた使節たちが呼び出されると、リュコルタスが使節たちとともに進み出て、まず最初に、同盟のための誓いをどのように自分たちが交わしたかを報告し、次に、アカイア人への共同の贈り物として、軽装歩兵用の青銅の武具六千組と、鋳造された青銅貨二百タラントンを持ち帰っていることを報告した。
§22.9.4πρὸς δὲ τούτοις ἐπῄνεσε τὸν βασιλέα καὶ βραχέα περὶ τῆς εὐνοίας αὐτοῦ καὶ προθυμίας τῆς εἰς τὸ ἔθνος εἰπὼν κατέστρεψε τὸν λόγον.
これらに加えて、彼は王を称賛し、同盟に対する王の好意と熱意について手短に語ってから、話を終えた。
§22.9.5ἐφʼ οἷς ἀναστὰς ὁ τῶν Ἀχαιῶν στρατηγὸς Ἀρίσταινος ἤρετο τόν τε παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴν καὶ τοὺς ἐξαπεσταλμένους ὑπὸ τῶν Ἀχαιῶν ἐπὶ τὴν ἀνανέωσιν, ποίαν ἧκε συμμαχίαν ἀνανεωσάμενος.
これに対してアカイア人の将軍アリスタイノスが立ち上がり、プトレマイオスからの使節と、更新のためにアカイア人から派遣された使節たちの両方に、どのような同盟を更新してやって来たのかと尋ねた。
§22.9.6οὐδενὸς δʼ ἀποκρινομένου, πάντων δὲ διαλαλούντων πρὸς ἀλλήλους, πλῆρες ἦν τὸ βουλευτήριον ἀπορίας.
しかし誰も答えず、全員が互いに私語を交わすばかりであったため、議事堂は当惑に包まれた。
§22.9.7ἦν δὲ τὸ ποιοῦν τὴν ἀλογίαν τοιοῦτον.
この不整合を生じさせた原因は、次のようなものであった。
οὐσῶν καὶ πλειόνων συμμαχιῶν τοῖς Ἀχαιοῖς πρὸς τὴν Πτολεμαίου βασιλείαν, καὶ τούτων ἐχουσῶν μεγάλας διαφορὰς κατὰ τὰς τῶν καιρῶν περιστάσεις, §22.9.8οὔθʼ ὁ παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴς οὐδεμίαν ἐποιήσατο διαστολήν, ὅτʼ ἀνενεοῦτο, καθολικῶς δὲ περὶ τοῦ πράγματος ἐλάλησεν, οὔθʼ οἱ πεμφθέντες πρέσβεις,
アカイア人とプトレマイオス王権との間には複数の同盟が存在しており、しかもこれらはその時々の状況に応じて大きな相違点を含んでいたのであるが、プトレマイオスからの使節は、更新の際、いかなる区別も行わず、その件について極めて概括的に語っただけであり、派遣された使節たちも同様であった。
§22.9.9ἀλλʼ ὡς μιᾶς ὑπαρχούσης αὐτοί τε τοὺς ὅρκους ἔδοσαν καὶ παρὰ τοῦ βασιλέως ἔλαβον.
むしろ、同盟がただ一つしか存在しないかのように、彼ら自身も誓いを与え、また王から受け取ったのである。
§22.9.10ὅθεν προφερομένου τοῦ στρατηγοῦ πάσας τὰς συμμαχίας καὶ κατὰ μέρος ἐν ἑκάστῃ διαστελλομένου, μεγάλης οὔσης διαφορᾶς, ἐζήτει τὸ πλῆθος εἰδέναι ποίαν ἀνανεοῖτο συμμαχίαν.
それゆえ、将軍がすべての同盟文書を持ち出して個々の相違点を一つずつ明らかにするにつれ、そこに大きな相違があることが判明したため、民衆はどの同盟が更新されるのかを知ることを求めた。
§22.9.11οὐ δυναμένου δὲ λόγον ὑποσχεῖν οὔτε τοῦ Φιλοποίμενος, ὃς ἐποιήσατο στρατηγῶν τὴν ἀνανέωσιν, οὔτε τῶν περὶ τὸν Λυκόρταν τῶν πρεσβευσάντων εἰς τὴν Ἀλεξάνδρειαν,
しかし、将軍であったときにその更新を行ったフィロポイメンも、アレクサンドリアへ使節として赴いたリュコルタスらも、何ら説明をすることができなかった。
§22.9.12οὗτοι μὲν ἐσχεδιακότες ἐφαίνοντο τοῖς κοινοῖς πράγμασιν, ὁ δʼ Ἀρίσταινος μεγάλην ἐφείλκετο φαντασίαν ὡς μόνος εἰδὼς τί λέγει, καὶ τέλος οὐκ εἴασε κυρωθῆναι τὸ διαβούλιον, ἀλλʼ εἰς ὑπέρθεσιν ἤγαγε διὰ τὴν προειρημένην ἀλογίαν.
そのため、彼らは公務をずさんに処理したように見え、一方のアリスタイノスは、自分が何を言っているのかを理解している唯一の人物であるとして大きな信頼を勝ち得た。 そして最後には、彼は審議の承認を許さず、前述の不整合のためにそれを延期させた。
§22.9.13τῶν δὲ παρὰ τοῦ Σελεύκου πρέσβεων εἰσελθόντων, ἔδοξε τοῖς Ἀχαιοῖς τὴν μὲν φιλίαν ἀνανεώσασθαι πρὸς τὸν Σέλευκον, τὴν δὲ τῶν πλοίων δωρεὰν κατὰ τὸ παρὸν ἀπείπασθαι.
次に、セレウコスからの使節たちが中に入ると、アカイア人たちはセレウコスとの友好関係は更新するが、船の贈り物については差し当たり辞退することを決定した。
§22.9.14καὶ τότε μὲν περὶ τούτων βουλευσάμενοι διέλυσαν εἰς τὰς ἰδίας ἕκαστοι πόλεις.
そして、その時はこれらのことについて審議した後に、各自が自分たちの都市へと解散していった。