§22.10.1μετὰ δὲ ταῦτα, τῆς πανηγύρεως ἀκμαζούσης, ἦλθε Κόιντος Καικίλιος ἐκ Μακεδονίας, ἀνακάμπτων ἀπὸ τῆς πρεσβείας ἧς ἐπρέσβευσε πρὸς Φίλιππον.
この後、大祭がたけなわである時に、クイントゥス・カエキリウスがマケドニアから、フィリッポスの元への使節の任務から帰途に着いてやって来た。
§22.10.2καὶ συναγαγόντος Ἀρισταίνου τοῦ στρατηγοῦ τὰς ἀρχὰς εἰς τὴν τῶν Ἀργείων πόλιν, εἰσελθὼν ὁ Κόιντος ἐμέμφετο, φάσκων αὐτοὺς βαρύτερον καὶ πικρότερον τοῦ δέοντος κεχρῆσθαι τοῖς Λακεδαιμονίοις, καὶ παρεκάλει διὰ πλειόνων διορθώσασθαι τὴν προγεγενημένην ἄγνοιαν.
そして、将軍アリスタイノスが諸政務官をアルゴス市に招集したところ、クイントゥスはそこに入場して彼らを非難し、彼らがラケダイモン人たちに対して必要以上に厳しく、また辛辣に対応したと主張し、生じてしまった誤ちを是正するよう言葉を尽くして求めた。
§22.10.3ὁ μὲν οὖν Ἀρίσταινος εἶχε τὴν ἡσυχίαν, δῆλος ὢν ἐξ αὐτοῦ τοῦ σιωπᾶν ὅτι δυσαρεστεῖται τοῖς ᾠκονομημένοις καὶ συνευδοκεῖ τοῖς ὑπὸ Καικιλίου λεγομένοις·
それで、アリスタイノスは沈黙を保ったが、その沈黙自体から、彼が取り決められたことに不満を抱いており、カエキリウスの発言に同意していることは明らかであった。
§22.10.4ὁ δὲ Διοφάνης ὁ Μεγαλοπολίτης, ἄνθρωπος στρατιωτικώτερος ἢ πολιτικώτερος, ἀναστὰς οὐχ οἷον ἀπελογήθη τι περὶ τῶν Ἀχαιῶν, ἀλλὰ καὶ προσυπέδειξε τῷ Καικιλίῳ διὰ τὴν πρὸς τὸν Φιλοποίμενα παρατριβὴν ἕτερον ἔγκλημα κατὰ τῶν Ἀχαιῶν.
しかし、メガロポリスのディオファネスは、政治家というよりはむしろ軍人肌の人物であり、立ち上がると、アカイア人のために弁明するどころか、フィロポイメンに対する確執のために、アカイア人に対する別の非難の種をカエキリウスにさらに示唆した。
§22.10.5ἔφη γὰρ οὐ μόνον τὰ κατὰ Λακεδαίμονα κεχειρίσθαι κακῶς, ἀλλὰ καὶ τὰ κατὰ Μεσσήνην·
なぜなら彼は、ラケダイモンの件だけでなく、メッセネの件も悪く処理されたと述べたからである。
§22.10.6ἦσαν δὲ περὶ τῶν φυγαδικῶν τοῖς Μεσσηνίοις ἀντιρρήσεις τινὲς πρὸς ἀλλήλους περὶ τὸ τοῦ Τίτου διάγραμμα καὶ τὴν τοῦ Φιλοποίμενος διόρθωσιν.
帰還兵たちを巡って、メッセネ人たちの間には、ティトゥスの告示とフィロポイメンの是正をめぐって、いくつかの対立が生じていたのである。
§22.10.7ὅθεν ὁ Καικίλιος, δοκῶν ἔχειν καὶ τῶν Ἀχαιῶν αὐτῶν τινας ὁμογνώμονας, μᾶλλον ἠγανάκτει τῷ μὴ κατακολουθεῖν ἑτοίμως τοῖς ὑπʼ αὐτοῦ παρακαλουμένοις τοὺς συνεληλυθότας.
それゆえカエキリウスは、アカイア人自身の中にも同調者がいると考え、集まった人々が自分の要請に速やかに従おうとしないことに対して、いっそう憤慨した。
§22.10.8τοῦ δὲ Φιλοποίμενος καὶ Λυκόρτα, σὺν δὲ τούτοις Ἄρχωνος, πολλοὺς καὶ ποικίλους διαθεμένων λόγους ὑπὲρ τοῦ καλῶς μὲν διῳκῆσθαι τὰ κατὰ τὴν Σπάρτην καὶ συμφερόντως αὐτοῖς μάλιστα τοῖς Λακεδαιμονίοις, ἀδύνατον δʼ εἶναι τὸ κινῆσαί τι τῶν ὑποκειμένων ἄνευ τοῦ παραβῆναι καὶ τὰ πρὸς τοὺς ἀνθρώπους δίκαια καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσια, §22.10.9μένειν ἔδοξε τοῖς παροῦσιν ἐπὶ τῶν ὑποκειμένων καὶ ταύτην δοῦναι τῷ πρεσβευτῇ τὴν ἀπόκρισιν.
しかし、フィロポイメンとリュコルタス、さらに彼らに加えてアルコンが、スパルタの件は良く、また何よりもラケダイモン人自身にとって有益に管理されており、確立された事柄を何か変更することは、人間に対する正義と神々に対する畏敬の両方に背くことなしには不可能であるとして、数多くの様々な弁明を繰り広げたので、出席者たちは確立された事柄を維持することを決定し、使節にそのように回答することとした。
§22.10.10ὁ δὲ Καικίλιος ὁρῶν τὴν τούτων προαίρεσιν, ἠξίου τοὺς πολλοὺς αὑτῷ συναγαγεῖν εἰς ἐκκλησίαν.
カエキリウスは彼らの意向を見て、民衆を自分のために民会に招集することを要求した。
§22.10.11οἱ δὲ τῶν Ἀχαιῶν ἄρχοντες ἐκέλευον αὐτὸν δεῖξαι τὰς ἐντολάς, ἃς εἶχε παρὰ τῆς συγκλήτου περὶ τούτων.
しかしアカイア人の政務官たちは、彼がこれらの件について元老院から受け取っていた指令を示すよう求めた。
τοῦ δὲ παρασιωπῶντος, οὐκ ἔφασαν αὐτῷ συνάξειν τὴν ἐκκλησίαν·
彼がそれについて沈黙を保ったので、彼らは彼のために民会を招集することはないと述べた。
§22.10.12τοὺς γὰρ νόμους οὐκ ἐᾶν, ἐὰν μὴ φέρῃ τις ἔγγραπτα παρὰ τῆς συγκλήτου, περὶ ὧν οἴεται δεῖν συνάγειν.
なぜなら、元老院からの書面による指令を持ち込まない限り、招集すべきと考える議題のために民会を招集することを法律が許していないからである。
§22.10.13ὁ δὲ Καικίλιος ἐπὶ τοσοῦτον ὠργίσθη διὰ τὸ μηθὲν αὐτῷ συγχωρεῖσθαι τῶν ἀξιουμένων, ὥστʼ οὐδὲ τὴν ἀπόκρισιν ἠβουλήθη δέξασθαι παρὰ τῶν ἀρχόντων, ἀλλʼ ἀναπόκριτος ἀπῆλθεν.
カエキリウスは自分の要求が何一つ認められなかったことに対して非常に激怒したため、政務官たちからの公式の回答さえ受け取ろうとせず、回答を得ないまま立ち去った。
§22.10.14οἱ δʼ Ἀχαιοὶ τὴν αἰτίαν ἀνέφερον καὶ τῆς πρότερον παρουσίας ἅμα τῆς Μάρκου τοῦ Φολουίου καὶ τῆς τότε τῶν περὶ τὸν Καικίλιον ἐπὶ τὸν Ἀρίσταινον καὶ τὸν Διοφάνην, ὡς τούτους ἀντισπασαμένους διὰ τὴν ἀντιπολιτείαν τὴν πρὸς τὸν Φιλοποίμενα·
しかしアカイア人たちは、かつてのマルクス・フルウィウスの到来と、今回のカエキリウスらの到来の両方の原因をアリスタイノスとディオファネスに帰し、彼らがフィロポイメンに対する対抗心ゆえに彼らを対立に引き入れたのだと考えた。
§22.10.15καί τις ἦν ὑποψία τῶν πολλῶν πρὸς τοὺς προειρημένους ἄνδρας.
そして、群衆の間には、前述の男たちに対する不信感が存在していた。
καὶ τὰ μὲν κατὰ Πελοπόννησον ἐν τούτοις ἦν.
ペロポネソスにおける状況はこのような状態にあった。