§22.9.1ἐπὶ δὲ τοῖς προειρημένοις εἰσήχθη τὸ περὶ Πτολεμαίου διαβούλιον·
在前述事情之后,关于托勒密的商议被提了出来。
§22.9.2ἐν ᾧ προκληθέντων τῶν ἀποσταλέντων πρεσβευτῶν ὑπὸ τῶν Ἀχαιῶν πρὸς Πτολεμαῖον, προελθὼν Λυκόρτας μετὰ τῶν πρεσβευτῶν ἀπελογίσατο πρῶτον μὲν τίνα τρόπον καὶ δοῖεν καὶ λάβοιεν τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας, §22.9.3εἶτα διότι κομίζοιεν δωρεὰν κοινῇ τοῖς Ἀχαιοῖς ἑξακισχίλια μὲν ὅπλα χαλκᾶ πελταστικά, διακόσια δὲ τάλαντα νομίσματος ἐπισήμου χαλκοῦ·
在此项商议中,当阿哈伊亚人派往托勒密的使节被传召向前时,吕科尔塔斯随同使节们一起走上前,首先说明了他们是如何为同盟宣誓并接受誓言的;接着,他报告称他们为阿哈伊亚人共同带回了一份礼物,其中包括六千件青铜轻盾兵装备以及两百塔兰同铸造的青铜货币。
§22.9.4πρὸς δὲ τούτοις ἐπῄνεσε τὸν βασιλέα καὶ βραχέα περὶ τῆς εὐνοίας αὐτοῦ καὶ προθυμίας τῆς εἰς τὸ ἔθνος εἰπὼν κατέστρεψε τὸν λόγον.
除此之外,他赞扬了国王,并在简短地谈到了国王对该联邦的友好与热忱之后,结束了发言。
§22.9.5ἐφʼ οἷς ἀναστὰς ὁ τῶν Ἀχαιῶν στρατηγὸς Ἀρίσταινος ἤρετο τόν τε παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴν καὶ τοὺς ἐξαπεσταλμένους ὑπὸ τῶν Ἀχαιῶν ἐπὶ τὴν ἀνανέωσιν, ποίαν ἧκε συμμαχίαν ἀνανεωσάμενος.
对此,阿哈伊亚人的将军阿里斯泰诺斯站起来,询问托勒密派来的使节以及由阿哈伊亚人派去负责更新同盟的使节双方,他们到底更新并带回了何种同盟。
§22.9.6οὐδενὸς δʼ ἀποκρινομένου, πάντων δὲ διαλαλούντων πρὸς ἀλλήλους, πλῆρες ἦν τὸ βουλευτήριον ἀπορίας.
然而没有人回答,所有人都在互相低声议论,议事厅里充满了困惑。
§22.9.7ἦν δὲ τὸ ποιοῦν τὴν ἀλογίαν τοιοῦτον.
造成这种混乱的原因如下。
οὐσῶν καὶ πλειόνων συμμαχιῶν τοῖς Ἀχαιοῖς πρὸς τὴν Πτολεμαίου βασιλείαν, καὶ τούτων ἐχουσῶν μεγάλας διαφορὰς κατὰ τὰς τῶν καιρῶν περιστάσεις, §22.9.8οὔθʼ ὁ παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴς οὐδεμίαν ἐποιήσατο διαστολήν, ὅτʼ ἀνενεοῦτο, καθολικῶς δὲ περὶ τοῦ πράγματος ἐλάλησεν, οὔθʼ οἱ πεμφθέντες πρέσβεις, §22.9.9ἀλλʼ ὡς μιᾶς ὑπαρχούσης αὐτοί τε τοὺς ὅρκους ἔδοσαν καὶ παρὰ τοῦ βασιλέως ἔλαβον.
虽然阿哈伊亚人与托勒密王国之间存在着多种同盟关系,且这些同盟因当时局势的不同而有着巨大的差异,但在更新同盟时,无论是托勒密派来的使节还是被派去的使节,都没有做出任何区分,而是非常笼统地谈论了此事;相反,仿佛只存在一种同盟似的,他们自己宣了誓,也接受了国王的誓言。
§22.9.10ὅθεν προφερομένου τοῦ στρατηγοῦ πάσας τὰς συμμαχίας καὶ κατὰ μέρος ἐν ἑκάστῃ διαστελλομένου, μεγάλης οὔσης διαφορᾶς, ἐζήτει τὸ πλῆθος εἰδέναι ποίαν ἀνανεοῖτο συμμαχίαν.
因此,当将军出示了所有的同盟文本并逐一指出其中的差异时,由于差异巨大,民众要求知道究竟更新了哪一种同盟。
§22.9.11οὐ δυναμένου δὲ λόγον ὑποσχεῖν οὔτε τοῦ Φιλοποίμενος, ὃς ἐποιήσατο στρατηγῶν τὴν ἀνανέωσιν, οὔτε τῶν περὶ τὸν Λυκόρταν τῶν πρεσβευσάντων εἰς τὴν Ἀλεξάνδρειαν, §22.9.12οὗτοι μὲν ἐσχεδιακότες ἐφαίνοντο τοῖς κοινοῖς πράγμασιν, ὁ δʼ Ἀρίσταινος μεγάλην ἐφείλκετο φαντασίαν ὡς μόνος εἰδὼς τί λέγει, καὶ τέλος οὐκ εἴασε κυρωθῆναι τὸ διαβούλιον, ἀλλʼ εἰς ὑπέρθεσιν ἤγαγε διὰ τὴν προειρημένην ἀλογίαν.
既然在担任将军期间促成此次更新的菲洛皮门,以及前往亚历山大里亚担任使节的吕科尔塔斯一行人,都无法给出合理的解释,这些人便显得在公事上处理得十分草率,而阿里斯泰诺斯则因仿佛是唯一知道自己所言何物的人而赢得了极大的声望,最终他没有允许该商议获得通过,而是由于上述不合理之处而将其推迟。
§22.9.13τῶν δὲ παρὰ τοῦ Σελεύκου πρέσβεων εἰσελθόντων, ἔδοξε τοῖς Ἀχαιοῖς τὴν μὲν φιλίαν ἀνανεώσασθαι πρὸς τὸν Σέλευκον, τὴν δὲ τῶν πλοίων δωρεὰν κατὰ τὸ παρὸν ἀπείπασθαι.
当塞琉古的使节进入时,阿哈伊亚人决定与塞琉古更新友好关系,但目前谢绝其赠送船只的礼物。
§22.9.14καὶ τότε μὲν περὶ τούτων βουλευσάμενοι διέλυσαν εἰς τὰς ἰδίας ἕκαστοι πόλεις.
当时,他们在商议了这些事情之后,便各自散去,回到了自己的城市。