§22.8.1κατέπαυσαν τὸν λόγον.
彼らは話を終えた。
μεθʼ οὓς Ἀπολλωνίδας ὁ Σικυώνιος ἀναστὰς κατὰ μὲν τὸ πλῆθος τῶν διδομένων χρημάτων ἀξίαν ἔφη τὴν δωρεὰν τῶν Ἀχαιῶν, κατὰ δὲ τὴν προαίρεσιν τοῦ διδόντος καὶ τὴν χρείαν, §22.8.2εἰς ἣν δίδοται, πασῶν αἰσχίστην καὶ παρανομωτάτην.
彼らの後にシキュオンのアポロニダスが立ち上がり、提供される資金の量からすればその贈り物はアカイア人にとって価値があると言えるが、贈り手の意図とそれが提供される用途からすれば、それはあらゆる贈り物のうちで最も恥ずべきであり、最も不法なものであると述べた。
§22.8.3τῶν γὰρ νόμων κωλυόντων μηθένα μήτε τῶν ἰδιωτῶν μήτε τῶν ἀρχόντων παρὰ βασιλέως δῶρα λαμβάνειν κατὰ μηδʼ ὁποίαν πρόφασιν, πάντας ἅμα δωροδοκεῖσθαι προφανῶς, προσδεξαμένους τὰ χρήματα, πάντων εἶναι παρανομώτατον, πρὸς δὲ τούτοις αἴσχιστον ὁμολογουμένως.
なぜなら、いかなる口実であれ、私人も役人も誰も王から贈り物を受け取ることを法律が禁じているのに、その資金を受け入れることで、全員が同時に公然と賄賂を受け取ることになるのは、すべての中で最も不法なことであり、さらにその上、紛れもなく最も恥ずべきことだからである。
§22.8.4τὸ γὰρ ὀψωνιάζεσθαι τὴν βουλὴν ὑπʼ Εὐμένους καθʼ ἕκαστον ἔτος καὶ βουλεύεσθαι περὶ τῶν κοινῶν καταπεπωκότας οἱονεὶ δέλεαρ, πρόδηλον ἔχειν τὴν αἰσχύνην καὶ τὴν βλάβην.
実際、毎年エウメネスによって評議会が雇われ、いわば釣り餌を飲み込んだ状態で共同の事柄について審議することは、その恥辱と害悪が極めて明白だからである。
§22.8.5νῦν μὲν γὰρ Εὐμένη διδόναι χρήματα, μετὰ δὲ ταῦτα Προυσίαν δώσειν, καὶ πάλιν Σέλευκον.
今はエウメネスが資金を提供しているが、この後にはプルシアスが提供するだろうし、さらにまたセレウコスもそうするだろう。
§22.8.6τῶν δὲ πραγμάτων ἐναντίαν φύσιν ἐχόντων τοῖς βασιλεῦσι καὶ ταῖς δημοκρατίαις, καὶ τῶν πλείστων καὶ μεγίστων διαβουλίων αἰεὶ γινομένων περὶ τῶν πρὸς τοὺς βασιλεῖς ἡμῖν διαφερόντων,
王政と民主政では事柄の性質が相反しており、我々の、王たちに対する相違点に関して常に最も多く、かつ最も重大な審議が行われているのであるから、明らかに、二つのうちのどちらか一方が起こることは避けられない。
§22.8.7φανερῶς ἀνάγκη δυεῖν θάτερον ἢ τὸ τῶν βασιλέων λυσιτελὲς ἐπίπροσθεν γίνεσθαι τοῦ κατʼ ἰδίαν συμφέροντος ἢ τούτου μὴ συμβαίνοντος ἀχαρίστους φαίνεσθαι πᾶσιν, ἀντιπράττοντας τοῖς αὑτῶν μισθοδόταις.
すなわち、王たちの利益が我々の独自の利益よりも優先されるか、あるいはそれがそうならない場合には、自分たちの雇い主に反対行動をとることで、すべての人に対して不義理な者と映るか、である。
§22.8.8διὸ μὴ μόνον ἀπείπασθαι παρεκάλει τοὺς Ἀχαιούς, ἀλλὰ καὶ μισεῖν τὸν Εὐμένη διὰ τὴν ἐπίνοιαν τῆς δόσεως.
それゆえ、アカイア人たちにそれを拒絶するよう促しただけでなく、その贈り物を企てたこと自体によってエウメネスを憎むようにも促した。
§22.8.9μετὰ δὲ τοῦτον ἀναστὰς Κάσσανδρος Αἰγινήτης ἀνέμνησε τοὺς Ἀχαιοὺς τῆς Αἰγινητῶν ἀκληρίας, ᾗ περιέπεσον διὰ τὸ μετὰ τῶν Ἀχαιῶν συμπολιτεύεσθαι, ὅτε Πόπλιος Σολπίκιος ἐπιπλεύσας τῷ στόλῳ πάντας ἐξηνδραποδίσατο τοὺς ταλαιπώρους Αἰγινήτας·
この後にアイギナ人のカサンドロスが立ち上がり、アカイア人たちに、アイギナ人が被った悲劇を思い出させた。 それは彼らがアカイア人たちと国政を共にしていたがために陥ったものであり、プブリウス・スルピキウスが艦隊を率いて襲来し、哀れなアイギナ人全員を奴隷に売り払ったときのことである。
§22.8.10ὑπὲρ ὧν διεσαφήσαμεν, τίνα τρόπον Αἰτωλοί, κύριοι γενόμενοι τῆς πόλεως κατὰ τὰς πρὸς Ῥωμαίους συνθήκας, Ἀττάλῳ παραδοῖεν, τριάκοντα τάλαντα παρʼ αὐτοῦ λαβόντες.
これについては、ローマ人との条約に従ってその都市を支配下に置いたアイトリア人が、どのようにしてアッタロスから三十タラントンを受け取って彼に引き渡したか、すでに詳しく説明した。
§22.8.11ταῦτʼ οὖν τιθεὶς τοῖς Ἀχαιοῖς πρὸ ὀφθαλμῶν ἠξίου τὸν Εὐμένη μὴ διάφορα προτείνοντα θηρεύειν τὴν τῶν Ἀχαιῶν εὔνοιαν, ἀλλὰ τὴν πόλιν ἀποδιδόντα τυγχάνειν πάντων τῶν φιλανθρώπων ἀναντιρρήτως.
それゆえ、これらのことをアカイア人たちの目の前に提示しながら、彼はエウメネスに対し、金を提示することでアカイア人の好意を釣ろうとするのではなく、その都市を返還することによって、あらゆる好意的な待遇を異議なしに受けるべきだと主張した。
§22.8.12τοὺς δʼ Ἀχαιοὺς παρεκάλει μὴ δέχεσθαι τοιαύτας δωρεάς, διʼ ὧν φανήσονται καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀφαιρούμενοι τῆς Αἰγινητῶν σωτηρίας.
また、アカイア人たちには、そのような贈り物を受け取らないよう促した。 それを受け取れば、彼らはアイギナ人の救済に向けた将来の希望さえも奪い去る者であると見なされることになるからである。
τοιούτων δὲ γενομένων λόγων, §22.8.13ἐπὶ τοσοῦτον παρέστη τὸ πλῆθος ὥστε μὴ τολμῆσαι μηθένα συνειπεῖν τῷ βασιλεῖ, πάντας δὲ μετὰ κραυγῆς ἐκβαλεῖν τὴν προτεινομένην δωρεάν, καίτοι δοκούσης αὐτῆς ἔχειν τι δυσαντοφθάλμητον διὰ τὸ πλῆθος τῶν προτεινομένων χρημάτων.
このような議論がなされた結果、民衆は非常に強い決意を抱くに至ったため、王を擁護して発言する勇気のある者は誰もいなくなり、全員が大声を上げて、提示された贈り物を退けた。 たとえその贈り物が、提示された資金の莫大さゆえに、抗いがたい魅力を備えているように見えたとしても。