Humanitext Reader

波利比奥斯 · 历史 §22.8.1-22.8.13

阿哈伊亚同盟拒绝欧门尼斯国王的资金提议

第 1017 段,共 1311 段 · 希腊语

内容简介

在阿哈伊亚同盟大会上,西库昂的阿波罗尼达斯极力主张拒绝欧门尼斯国王的资金赠礼,称其为非法贿赂,并得到了埃吉纳人卡桑德罗斯的支持,最终大会一致否决了国王的提议。

§22.8.1κατέπαυσαν τὸν λόγον.
他们结束了发言。
μεθʼ οὓς Ἀπολλωνίδας ὁ Σικυώνιος ἀναστὰς κατὰ μὲν τὸ πλῆθος τῶν διδομένων χρημάτων ἀξίαν ἔφη τὴν δωρεὰν τῶν Ἀχαιῶν, κατὰ δὲ τὴν προαίρεσιν τοῦ διδόντος καὶ τὴν χρείαν, §22.8.2εἰς ἣν δίδοται, πασῶν αἰσχίστην καὶ παρανομωτάτην.
在他们之后,西库昂人阿波罗尼达斯站起来说,就所赠资金的数额而言,这一赠礼配得上阿哈伊亚人,但就赠送者的意图和其所用于的用途而言,这却是所有赠礼中最可耻、最违法的。
§22.8.3τῶν γὰρ νόμων κωλυόντων μηθένα μήτε τῶν ἰδιωτῶν μήτε τῶν ἀρχόντων παρὰ βασιλέως δῶρα λαμβάνειν κατὰ μηδʼ ὁποίαν πρόφασιν, πάντας ἅμα δωροδοκεῖσθαι προφανῶς, προσδεξαμένους τὰ χρήματα, πάντων εἶναι παρανομώτατον, πρὸς δὲ τούτοις αἴσχιστον ὁμολογουμένως.
因为法律禁止任何人,无论普通公民还是官员,以任何借口接受国王的馈赠,而通过接受这笔资金使所有人同时公然受贿,是所有事情中最违法的,而且除此之外,也是公认最可耻的。
§22.8.4τὸ γὰρ ὀψωνιάζεσθαι τὴν βουλὴν ὑπʼ Εὐμένους καθʼ ἕκαστον ἔτος καὶ βουλεύεσθαι περὶ τῶν κοινῶν καταπεπωκότας οἱονεὶ δέλεαρ, πρόδηλον ἔχειν τὴν αἰσχύνην καὶ τὴν βλάβην.
事实上,议会每年接受欧门尼斯的雇佣,并在吞下如同鱼饵般的贿赂后商议公共事务,其耻辱与危害是显而易见的。
§22.8.5νῦν μὲν γὰρ Εὐμένη διδόναι χρήματα, μετὰ δὲ ταῦτα Προυσίαν δώσειν, καὶ πάλιν Σέλευκον.
因为现在是欧门尼斯提供资金,此后普鲁西阿斯也会提供,接着塞琉古也会提供。
§22.8.6τῶν δὲ πραγμάτων ἐναντίαν φύσιν ἐχόντων τοῖς βασιλεῦσι καὶ ταῖς δημοκρατίαις, καὶ τῶν πλείστων καὶ μεγίστων διαβουλίων αἰεὶ γινομένων περὶ τῶν πρὸς τοὺς βασιλεῖς ἡμῖν διαφερόντων, §22.8.7φανερῶς ἀνάγκη δυεῖν θάτερον ἢ τὸ τῶν βασιλέων λυσιτελὲς ἐπίπροσθεν γίνεσθαι τοῦ κατʼ ἰδίαν συμφέροντος ἢ τούτου μὴ συμβαίνοντος ἀχαρίστους φαίνεσθαι πᾶσιν, ἀντιπράττοντας τοῖς αὑτῶν μισθοδόταις.
既然君主制与民主制的性质相反,而且我们大多数最重大的商议总是围绕着我们与国王之间的分歧展开,那么显然,以下两者必居其一:要么国王的利益被置于我们自身利益之上,要么在并非如此的情况下,我们因反对自己的雇主而对所有人显得忘恩负义。
§22.8.8διὸ μὴ μόνον ἀπείπασθαι παρεκάλει τοὺς Ἀχαιούς, ἀλλὰ καὶ μισεῖν τὸν Εὐμένη διὰ τὴν ἐπίνοιαν τῆς δόσεως.
因此,他不仅劝告阿哈伊亚人拒绝这笔赠礼,而且还要因为欧门尼斯企图赠礼的这一意图而憎恨他。
§22.8.9μετὰ δὲ τοῦτον ἀναστὰς Κάσσανδρος Αἰγινήτης ἀνέμνησε τοὺς Ἀχαιοὺς τῆς Αἰγινητῶν ἀκληρίας, ᾗ περιέπεσον διὰ τὸ μετὰ τῶν Ἀχαιῶν συμπολιτεύεσθαι, ὅτε Πόπλιος Σολπίκιος ἐπιπλεύσας τῷ στόλῳ πάντας ἐξηνδραποδίσατο τοὺς ταλαιπώρους Αἰγινήτας· §22.8.10ὑπὲρ ὧν διεσαφήσαμεν, τίνα τρόπον Αἰτωλοί, κύριοι γενόμενοι τῆς πόλεως κατὰ τὰς πρὸς Ῥωμαίους συνθήκας, Ἀττάλῳ παραδοῖεν, τριάκοντα τάλαντα παρʼ αὐτοῦ λαβόντες.
在他之后,埃吉纳人卡桑德罗斯站起来,向阿哈伊亚人提起埃吉纳人所遭遇的灾难,这一灾难是他们因为加入阿哈伊亚同盟而落入的,当时普布利乌斯·苏尔皮基乌斯率领舰队袭来,奴役了所有可怜的埃吉纳人;关于他们,我们曾详细说明过,埃托利亚人如何根据与罗马人的条约成为该城的主人,并在从阿塔罗斯那里获得三十塔兰同后将城市交给了他。
§22.8.11ταῦτʼ οὖν τιθεὶς τοῖς Ἀχαιοῖς πρὸ ὀφθαλμῶν ἠξίου τὸν Εὐμένη μὴ διάφορα προτείνοντα θηρεύειν τὴν τῶν Ἀχαιῶν εὔνοιαν, ἀλλὰ τὴν πόλιν ἀποδιδόντα τυγχάνειν πάντων τῶν φιλανθρώπων ἀναντιρρήτως.
因此,他将这些事情展现在阿哈伊亚人的眼前,要求欧门尼斯不要企图通过提供资金来猎取阿哈伊亚人的好意,而应当通过归还城市,来毫无争议地获得一切友善的对待。
§22.8.12τοὺς δʼ Ἀχαιοὺς παρεκάλει μὴ δέχεσθαι τοιαύτας δωρεάς, διʼ ὧν φανήσονται καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀφαιρούμενοι τῆς Αἰγινητῶν σωτηρίας.
他劝告阿哈伊亚人不要接受这样的赠礼,因为通过接受这些赠礼,他们将显得连埃吉纳人未来得救的希望也夺走了。
τοιούτων δὲ γενομένων λόγων, §22.8.13ἐπὶ τοσοῦτον παρέστη τὸ πλῆθος ὥστε μὴ τολμῆσαι μηθένα συνειπεῖν τῷ βασιλεῖ, πάντας δὲ μετὰ κραυγῆς ἐκβαλεῖν τὴν προτεινομένην δωρεάν, καίτοι δοκούσης αὐτῆς ἔχειν τι δυσαντοφθάλμητον διὰ τὸ πλῆθος τῶν προτεινομένων χρημάτων.
在这些发言之后,大众深受影响,以至于没有人敢为国王说话,而是所有人都在喧哗声中拒绝了提议的赠礼,尽管由于所提资金数额巨大,这笔赠礼似乎具有某种难以抗拒的诱惑。

词汇与语法注释

  1. §22.8.1ἀξίαν ἔφη τὴν δωρεὰν τῶν Ἀχαιῶν — 属格 τῶν Ἀχαιῶν 修饰形容词 ἀξίαν,意为“配得上阿哈伊亚人的”或“与阿哈伊亚人的价值相符的”。阿波罗尼达斯承认,就资金规模而言,该赠礼确实配得上像阿哈伊亚同盟这样的庞大组织,但他随后对其政治意图进行了严厉批判。
  2. §22.8.4τὸ γὰρ ὀψωνιάζεσθαι ... πρόδηλον ἔχειν τὴν αἰσχύνην — 这是承接由 ἔφη 引导的间接引语的“对格+不定词”结构。带冠词的不定式短语 τὸ ὀψωνιάζεσθαι ... καὶ βουλεύεσθαι(“被雇佣与商议”)作为不定式 ἔχειν 的对格主语。后续从句也维持了同样的结构。
  3. §22.8.7δυεῖν θάτερον ἢ ... ἢ ... — 意为“两者居其一”的短语 δυεῖν θάτερον 作为无人称表达 ἀνάγκη [ἐστί] 的主语,随后的 ἢ ... ἢ ... 从句(在此处以“对格+不定式”结构呈现)解释了具体的二选一内容。

引用这一段

波利比奥斯, 历史 §22.8.1-22.8.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:22.8.1-22.8.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。