§22.17.1ὅτι Πτολεμαῖος ὁ βασιλεὺς Αἰγύπτου ὅτε τὴν Λύκων πόλιν ἐπολιόρκησε, καταπλαγέντες τὸ γεγονὸς οἱ δυνάσται τῶν Αἰγυπτίων ἔδωκαν σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως πίστιν.
エジプト王プトレマイオスがリュコン・ポリスを包囲したとき、エジプト人の有力者たちは起きたことに驚愕し、自らを王の信義に委ねた。
§22.17.2οἷς κακῶς ἐχρήσατο καὶ εἰς κινδύνους πολλοὺς ἐνέπεσεν.
彼は彼らを過酷に扱い、多くの危機に陥った。
§22.17.3παραπλήσιον δέ τι συνέβη καὶ κατὰ τοὺς καιρούς, ἡνίκα Πολυκράτης τοὺς ἀποστάτας ἐχειρώσατο.
これと似たようなことが、ポリュクラテスが反乱者たちを制圧した時期にも起きた。
§22.17.4οἱ γὰρ περὶ τὸν Ἀθίνιν καὶ Παυσίραν καὶ Χέσουφον καὶ τὸν Ἰρόβαστον, οἵπερ ἦσαν ἔτι διασῳζόμενοι τῶν δυναστῶν, εἴξαντες τοῖς πράγμασι παρῆσαν εἰς τὴν Σάιν, σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως ἐγχειρίζοντες πίστιν·
すなわち、アティニス、パウシラス、ケスフォス、イロバストスの一党は、有力者たちのうちでまだ生き残っていた者たちであったが、形勢に屈してサイスへとやって来て、王の信義に自らを委ねたのである。
§22.17.5ὁ δὲ Πτολεμαῖος ἀθετήσας τὰς πίστεις καὶ δήσας τοὺς ἀνθρώπους γυμνοὺς ταῖς ἁμάξαις εἷλκε καὶ μετὰ ταῦτα τιμωρησάμενος ἀπέκτεινεν.
しかしプトレマイオスは、その信義を反故にし、彼らを裸にして馬車に縛り付けて引きずり、その後に懲罰を加えて殺害した。
§22.17.6καὶ παραγενόμενος εἰς τὴν Ναύκρατιν μετὰ τῆς στρατιᾶς, καὶ παραστήσαντος αὐτῷ τοὺς ἐξενολογημένους ἄνδρας ἐκ τῆς Ἑλλάδος Ἀριστονίκου, προσδεξάμενος τούτους ἀπέπλευσεν εἰς Ἀλεξάνδρειαν,
そして、軍勢とともにナウクラティスに到着し、アリストニコスがギリシアで募兵した男たちを彼の前に連れてくると、彼らを受け入れてアレクサンドリアへと出帆した。
§22.17.7τῶν μὲν τοῦ πολέμου πράξεων οὐδεμιᾶς κεκοινωνηκὼς διὰ τὴν Πολυκράτους ἀδικοδοξίαν, καίπερ ἔχων ἔτη πέντε καὶ εἴκοσιν.
ポリュクラテスの悪評のゆえに、二十五歳であったにもかかわらず、戦争のいかなる軍事行動にも関与していなかった。