§22.18.1ὅτι φησὶν ὁ Πολύβιος ἐν τῷ εἰκοστῷ δευτέρῳ·
ポリュビオスは第二十二巻で次のように述べている。
περὶ δὲ τὴν τῶν ἐν Μακεδονίᾳ βασιλέων οἰκίαν ἤδη τις ἀπὸ τούτων τῶν καιρῶν ἐφύετο κακῶν ἀνηκέστων ἀρχή.
「マケドニアの王家においては、すでにこの時代から、ある癒やしがたい災厄の端緒が芽生えつつあった。
§22.18.2καίτοι γʼ οὐκ ἀγνοῶ διότι τινὲς τῶν συγγραφόντων περὶ τοῦ συστάντος Ῥωμαίοις πολέμου πρὸς Περσέα, βουλόμενοι τὰς αἰτίας ἡμῖν ἐπιδεικνύναι τῆς διαφορᾶς, πρῶτον μὲν ἀποφαίνουσι τὴν Ἀβρουπόλιος ἔκπτωσιν ἐκ τῆς ἰδίας δυναστείας, ὡς καταδραμόντος αὐτοῦ τὰ περὶ τὸ Πάγγαιον μέταλλα μετὰ τὸν τοῦ Φιλίππου θάνατον·
」もっとも、ローマ人とペルセウスとの間に勃発した戦争について記述している歴史家たちのうち、両者の不和の原因を私たちに示そうとする者たちが、まず、アブルポリスがフィリッポスの死後にパンガイオン近辺の鉱山を略奪したからであるという理由で、彼が自らの領地から追放されたことを挙げているのを、私は知らぬわけではない。
§22.18.3Περσεὺς δὲ παραβοηθήσας καὶ τρεψάμενος ὁλοσχερῶς ἐξέβαλε τὸν προειρημένον ἐκ τῆς ἰδίας ἀρχῆς·
そしてペルセウスが救援に駆けつけて完全に敗走させ、前述の人物をその領地から放逐した[ことも挙げている]。
§22.18.4ἑξῆς δὲ ταύτῃ τὴν εἰς Δολοπίαν εἰσβολὴν καὶ τὴν εἰς Δελφοὺς παρουσίαν Περσέως,
これに続いて、ペルセウスによるドロピアへの侵入と、デルポイへの出現、さらには、デルポイで企てられたエウメネス王に対する陰謀と、ボイオティアからの使節たちの殺害を[原因として挙げている]。
§22.18.5ἔτι δὲ τὴν κατʼ Εὐμένους τοῦ βασιλέως ἐπιβουλὴν γενομένην ἐν Δελφοῖς καὶ τὴν τῶν ἐκ Βοιωτίας πρεσβευτῶν ἐπαναίρεσιν, ἐξ ὧν ἔνιοί φασι φῦναι Περσεῖ τὸν πρὸς Ῥωμαίους πόλεμον.
これらから、ペルセウスにとってローマ人との戦争が生じたのだと一部の人々は主張している。
§22.18.6ἐγὼ δέ φημι κυριώτατον μὲν εἶναι καὶ τοῖς συγγράφουσι καὶ τοῖς φιλομαθοῦσι τὸ γινώσκειν τὰς αἰτίας, ἐξ ὧν ἕκαστα γεννᾶται καὶ φύεται τῶν πραγμάτων·
しかし私は、歴史を記述する者にとっても知識を求める者にとっても、物事のそれぞれがそこから生まれ、芽生えるところの『原因』を知ることが最も重要であると主張する。
συγκέχυται δὲ ταῦτα παρὰ τοῖς πλείστοις τῶν συγγραφέων διὰ τὸ μὴ κρατεῖσθαι τίνι διαφέρει πρόφασις αἰτίας καὶ πάλιν προφάσεως ἀρχὴ πολέμου.
だが、多くの歴史家においてはこれらが混同されている。 それは、『口実』が『原因』とどのように異なるか、また『口実』がさらに『戦争の端緒』とどのように異なるかが把握されていないためである。
§22.18.7καὶ νῦν δὲ τῶν πραγμάτων αὐτῶν προσυπομιμνησκόντων ἠνάγκασμαι πάλιν ἀνανεώσασθαι τὸν αὐτὸν λόγον.
そして今や、事象そのものが思い起こさせるので、私は再び同じ議論を繰り返さざるを得なくなっている。
§22.18.8τῶν γὰρ ἄρτι ῥηθέντων πραγμάτων τὰ μὲν πρῶτα προφάσεις εἰσί, τὰ δὲ τελευταῖα τὰ περὶ τὴν κατὰ τοῦ βασιλέως Εὐμένους ἐπιβουλὴν καὶ τὰ περὶ τὴν τῶν πρεσβευτῶν ἀναίρεσιν καὶ τούτοις ἕτερα παραπλήσια τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς γεγονότων ἀρχαὶ πρόδηλοι τοῦ συστάντος Ῥωμαίοις καὶ Περσεῖ πολέμου καὶ τοῦ καταλυθῆναι τὴν Μακεδόνων ἀρχήν·
というのも、今述べられた事柄のうち、最初のものは『口実』であり、最後のもの、すなわちエウメネス王に対する陰謀や、使節たちの殺害、およびこれらに類似する同時代の他の出来事は、ローマ人とペルセウスとの間に生じた戦争の、そしてマケドニア人の支配が滅亡するに至った明白な『端緒』だからである。
§22.18.9αἰτία δὲ τούτων ἁπλῶς ἐστιν οὐδεμία.
そして、これらに対する『原因』は、端的に言って何もない。
δῆλον δὲ τοῦτʼ ἔσται διὰ τῶν ἑξῆς ῥηθησομένων.
このことは、以下に述べることを通じて明らかになるであろう。
§22.18.10καθάπερ γὰρ εἴπομεν Φίλιππον τὸν Ἀμύντου διανοηθῆναι καὶ προθέσθαι συντελεῖν τὸν πρὸς τοὺς Πέρσας πόλεμον, Ἀλέξανδρον δὲ τοῖς ὑπʼ ἐκείνου κεκριμένοις ἐπιγενέσθαι χειριστὴν τῶν πράξεων, οὕτω καὶ νῦν Φίλιππον μὲν τὸν Δημητρίου φαμὲν διανοηθῆναι πρότερον πολεμεῖν Ῥωμαίοις τὸν τελευταῖον πόλεμον καὶ τὰς παρασκευὰς ἑτοίμας πάσας πρὸς ταύτην ἔχειν τὴν ἐπιβολήν, ἐκείνου δʼ ἐκχωρήσαντος Περσέα γενέσθαι χειριστὴν τῶν πράξεων·
なぜなら、アミュンタスの子フィリッポスがペルシア人に対する戦争を遂行することを企て、計画し、アレクサンドロスが彼の決定を受け継いで行動の実行者となったと我々が述べたように、今回もまた、デメトリオスの子フィリッポスがまずローマ人に対してあの最後の戦争を仕掛けることを企て、この企てのためにすべての準備を整えており、彼が世を去った後に、ペルセウスが行動の実行者となったと我々は主張するからである。
§22.18.11εἰ δὲ τοῦτʼ ἀληθές, κἀκεῖνο σαφές·
もしこれが真実であれば、次のことも明らかである。
οὐ γὰρ οἷόν τε τὰς αἰτίας ὕστερον γενέσθαι τῆς τελευτῆς τοῦ κρίναντος καὶ προθεμένου πολεμεῖν· ὃ συμβαίνει τοῖς ὑπὸ τῶν ἄλλων συγγραφέων εἰρημένοις·
すなわち、戦争を決意し計画した者の死よりも後に『原因』が生じることはあり得ない、ということである。
πάντα γάρ ἐστι τὰ λεγόμενα παρʼ αὐτοῖς ὕστερα τῆς Φιλίππου τελευτῆς. —
これこそが、他の歴史家たちの言説において起きていることなので原語である。 なぜなら、彼らによって語られていることはすべて、フィリッポスの死よりも後のことだからである。