§22.17.1ὅτι Πτολεμαῖος ὁ βασιλεὺς Αἰγύπτου ὅτε τὴν Λύκων πόλιν ἐπολιόρκησε, καταπλαγέντες τὸ γεγονὸς οἱ δυνάσται τῶν Αἰγυπτίων ἔδωκαν σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως πίστιν.
That when Ptolemy, the king of Egypt, besieged Lycopolis, the chieftains of the Egyptians, terrified by what had happened, surrendered themselves to the king's protection.
§22.17.2οἷς κακῶς ἐχρήσατο καὶ εἰς κινδύνους πολλοὺς ἐνέπεσεν.
Whom he treated cruelly, and fell into many dangers.
§22.17.3παραπλήσιον δέ τι συνέβη καὶ κατὰ τοὺς καιρούς, ἡνίκα Πολυκράτης τοὺς ἀποστάτας ἐχειρώσατο.
A similar thing also happened about the time when Polycrates subdued the rebels.
§22.17.4οἱ γὰρ περὶ τὸν Ἀθίνιν καὶ Παυσίραν καὶ Χέσουφον καὶ τὸν Ἰρόβαστον, οἵπερ ἦσαν ἔτι διασῳζόμενοι τῶν δυναστῶν, εἴξαντες τοῖς πράγμασι παρῆσαν εἰς τὴν Σάιν, σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως ἐγχειρίζοντες πίστιν·
For those around Athinis, Pausiras, Chesuphus, and Irobastus, who were the remaining survivors among the chieftains, yielding to the circumstances, came to Sais, committing themselves to the king's protection.
§22.17.5ὁ δὲ Πτολεμαῖος ἀθετήσας τὰς πίστεις καὶ δήσας τοὺς ἀνθρώπους γυμνοὺς ταῖς ἁμάξαις εἷλκε καὶ μετὰ ταῦτα τιμωρησάμενος ἀπέκτεινεν.
But Ptolemy, having broken his pledges, bound the men naked to his chariots and dragged them, and after that tortured and killed them.
§22.17.6καὶ παραγενόμενος εἰς τὴν Ναύκρατιν μετὰ τῆς στρατιᾶς, καὶ παραστήσαντος αὐτῷ τοὺς ἐξενολογημένους ἄνδρας ἐκ τῆς Ἑλλάδος Ἀριστονίκου, προσδεξάμενος τούτους ἀπέπλευσεν εἰς Ἀλεξάνδρειαν, §22.17.7τῶν μὲν τοῦ πολέμου πράξεων οὐδεμιᾶς κεκοινωνηκὼς διὰ τὴν Πολυκράτους ἀδικοδοξίαν, καίπερ ἔχων ἔτη πέντε καὶ εἴκοσιν.
And having arrived at Naucratis with his army, when Aristonicus presented to him the men recruited from Greece, he received them and sailed away to Alexandria, having taken part in none of the military operations of the war because of the dishonest reputation of Polycrates, although he was twenty-five years of age.