§22.11.1ὅτι τῶν περὶ τὸν Καικίλιον ἀνακεχωρηκότων ἐκ τῆς Ἑλλάδος καὶ διασεσαφηκότων τῇ συγκλήτῳ περί τε τῶν κατὰ Μακεδονίαν καὶ τῶν κατὰ Πελοπόννησον, εἰσῆγον εἰς τὴν σύγκλητον τοὺς περὶ τούτων παραγεγονότας πρεσβευτάς.
ὅτι カエキリウスたちがギリシアから帰還し、マケドニアおよびペロポネソスの情勢について元老院に詳細に報告したとき、人々はこれらの件について到着していた使節たちを元老院に導入した。
§22.11.2εἰσελθόντων δὲ πρῶτον τῶν παρὰ τοῦ Φιλίππου καὶ παρʼ Εὐμένους, ἔτι δὲ τῶν ἐξ Αἴνου καὶ Μαρωνείας φυγάδων, καὶ ποιησαμένων τοὺς λόγους ἀκολούθως τοῖς ἐν Θετταλονίκῃ ῥηθεῖσιν ἐπὶ τῶν περὶ τὸν Καικίλιον, §22.11.3ἔδοξε τῇ συγκλήτῳ πέμπειν πάλιν ἄλλους πρεσβευτὰς πρὸς τὸν Φίλιππον τοὺς ἐπισκεψομένους πρῶτον μὲν εἰ παρακεχώρηκε τῶν ἐν Θετταλίᾳ καὶ Περραιβίᾳ πόλεων κατὰ τὴν τῶν περὶ τὸν Καικίλιον ἀπόκρισιν,
まずフィリッポスからの使節とエウメネスからの使節、さらにアイノスおよびマロネイアからの亡命者たちが入場し、テサロニケにおいてカエキリウスたちの前で語られた内容と一致する形で演説を行ったとき、元老院は、フィリッポスのもとへ再び別の使節を派遣することを決定した。
§22.11.4εἶτα τοὺς ἐπιτάξοντας αὐτῷ τὰς φρουρὰς ἐξάγειν ἐξ Αἴνου καὶ Μαρωνείας, καὶ συλλήβδην ἀποβαίνειν ἀπὸ τῶν παραθαλαττίων τῆς Θρᾴκης ἐρυμάτων καὶ τόπων καὶ πόλεων.
彼らは、第一に、彼がカエキリウスらの回答に従って、テサリアおよびペッライビアの諸都市から撤退したかどうかを調査するための者たちであり、次いで、彼に、アイノスとマロネイアから守備隊を撤退させ、総じてトラキアの沿岸部の砦、地域、都市から手を引くよう命じるための者たちであった。
§22.11.5μετὰ δὲ τούτους εἰσῆγον τοὺς ἀπὸ Πελοποννήσου παραγεγονότας.
これらの人々の後に、彼らはペロポネソスから到着した人々を導入した。
§22.11.6οἵ τε γὰρ Ἀχαιοὶ πρεσβευτὰς ἀπεστάλκεισαν τοὺς περὶ Ἀπολλωνίδαν τὸν Σικυώνιον δικαιολογησομένους πρὸς τὸν Καικίλιον ὑπὲρ τοῦ μὴ λαβεῖν αὐτὸν ἀπόκρισιν καὶ καθόλου διδάξοντας ὑπὲρ τῶν κατὰ Λακεδαίμονα πραγμάτων,
というのも、アカイア人は、シキュオンのアポロニダスらを使節として派遣していたが、それは彼が回答を受け取らなかったことについてカエキリウスに対して弁明し、また一般にラケダイモンの情勢について説明するためであった。
§22.11.7ἔκ τε τῆς Σπάρτης Ἀρεὺς καὶ Ἀλκιβιάδης ἐπρέσβευσαν·
また、スパルタからはアレウスとアルキビアデスが使節として赴いた。
οὗτοι δʼ ἦσαν τῶν ἀρχαίων φυγάδων τῶν ὑπὸ τοῦ Φιλοποίμενος καὶ τῶν Ἀχαιῶν νεωστὶ κατηγμένων εἰς τὴν οἰκείαν.
彼らは、フィロポイメンとアカイア人によって最近祖国へと帰還させられたばかりの、かつての亡命者たちであった。
§22.11.8ὃ καὶ μάλιστα τοὺς Ἀχαιοὺς εἰς ὀργὴν ἦγε τῷ δοκεῖν, μεγάλης οὔσης καὶ προσφάτου τῆς εἰς τοὺς φυγάδας εὐεργεσίας, ἐξ αὐτῆς ἐπὶ τοσοῦτον ἀχαριστεῖσθαι παρʼ αὐτοῖς ὥστε καὶ καταπρεσβεύειν καὶ κατηγορίαν ποιεῖσθαι πρὸς τοὺς κρατοῦντας τῶν ἀνελπίστως αὐτοὺς σωσάντων καὶ καταγαγόντων εἰς τὴν πατρίδα.
このことがアカイア人を最も激しい怒りに導いたが、それは、亡命者たちに対する恩恵が大きくかつ最近のものであるのに、その直後に彼らの側でこれほどまでの不恩が示され、ついには、自分たちを思いがけず救い祖国に帰還させてくれた人々に対して、支配者たちの前で反対の使節を送り、告発を行うまでに至ったと思われたからである。