Humanitext Reader

波利比奥斯 · 历史 §22.10.1-22.10.15

使节凯基利乌斯批评斯巴达政策与同盟拒绝召集大会

第 1019 段,共 1311 段 · 希腊语

内容简介

罗马使节凯基利乌斯来到阿耳戈斯,指责阿哈伊亚同盟对斯巴达的严厉处置。尽管阿里斯泰诺斯和迪奥凡内斯表现出与凯基利乌斯一致的立场,但菲洛皮门等人拒绝改变现状,阿哈伊亚官员最终因凯基利乌斯缺乏书面指令而拒绝为其召集民众大会。

§22.10.1μετὰ δὲ ταῦτα, τῆς πανηγύρεως ἀκμαζούσης, ἦλθε Κόιντος Καικίλιος ἐκ Μακεδονίας, ἀνακάμπτων ἀπὸ τῆς πρεσβείας ἧς ἐπρέσβευσε πρὸς Φίλιππον.
在此之后,正当大祭盛行之际,昆图斯·凯基利乌斯从马其顿走来,结束了他出使菲利普的使行。
§22.10.2καὶ συναγαγόντος Ἀρισταίνου τοῦ στρατηγοῦ τὰς ἀρχὰς εἰς τὴν τῶν Ἀργείων πόλιν, εἰσελθὼν ὁ Κόιντος ἐμέμφετο, φάσκων αὐτοὺς βαρύτερον καὶ πικρότερον τοῦ δέοντος κεχρῆσθαι τοῖς Λακεδαιμονίοις, καὶ παρεκάλει διὰ πλειόνων διορθώσασθαι τὴν προγεγενημένην ἄγνοιαν.
当将军阿里斯泰诺斯在阿耳戈斯市召集官员时,昆图斯进入并指责他们,称他们对拉栖代梦人的处理过于严厉和刻薄,超出了必要的限度,并长篇大论地敦促他们纠正先前发生的错误。
§22.10.3ὁ μὲν οὖν Ἀρίσταινος εἶχε τὴν ἡσυχίαν, δῆλος ὢν ἐξ αὐτοῦ τοῦ σιωπᾶν ὅτι δυσαρεστεῖται τοῖς ᾠκονομημένοις καὶ συνευδοκεῖ τοῖς ὑπὸ Καικιλίου λεγομένοις·
于是,阿里斯泰诺斯保持沉默,从他的沉默中可以清楚地看出,他对已经做出的安排感到不满,并赞同凯基利乌斯所说的话。
§22.10.4ὁ δὲ Διοφάνης ὁ Μεγαλοπολίτης, ἄνθρωπος στρατιωτικώτερος ἢ πολιτικώτερος, ἀναστὰς οὐχ οἷον ἀπελογήθη τι περὶ τῶν Ἀχαιῶν, ἀλλὰ καὶ προσυπέδειξε τῷ Καικιλίῳ διὰ τὴν πρὸς τὸν Φιλοποίμενα παρατριβὴν ἕτερον ἔγκλημα κατὰ τῶν Ἀχαιῶν.
但梅格洛玻利斯的迪奥凡内斯,一个与其说是政治家不如说是军人的人,站起来不仅没有为阿哈伊亚人做任何辩护,反而由于与菲洛皮门的摩擦,向凯基利乌斯额外指出了针对阿哈伊亚人的另一个指控。
§22.10.5ἔφη γὰρ οὐ μόνον τὰ κατὰ Λακεδαίμονα κεχειρίσθαι κακῶς, ἀλλὰ καὶ τὰ κατὰ Μεσσήνην·
因为他说,不仅拉栖代梦的事情处理得很差,麦塞内的事情也是如此。
§22.10.6ἦσαν δὲ περὶ τῶν φυγαδικῶν τοῖς Μεσσηνίοις ἀντιρρήσεις τινὲς πρὸς ἀλλήλους περὶ τὸ τοῦ Τίτου διάγραμμα καὶ τὴν τοῦ Φιλοποίμενος διόρθωσιν.
因为关于流亡者,麦塞内人内部在提图斯的法令和菲洛皮门的修正案之间存在着一些争端。
§22.10.7ὅθεν ὁ Καικίλιος, δοκῶν ἔχειν καὶ τῶν Ἀχαιῶν αὐτῶν τινας ὁμογνώμονας, μᾶλλον ἠγανάκτει τῷ μὴ κατακολουθεῖν ἑτοίμως τοῖς ὑπʼ αὐτοῦ παρακαλουμένοις τοὺς συνεληλυθότας.
因而凯基利乌斯认为即使在阿哈伊亚人自己当中也有一些同道者,对聚集在一起的人们没有立刻顺从他的恳求感到更加愤慨。
§22.10.8τοῦ δὲ Φιλοποίμενος καὶ Λυκόρτα, σὺν δὲ τούτοις Ἄρχωνος, πολλοὺς καὶ ποικίλους διαθεμένων λόγους ὑπὲρ τοῦ καλῶς μὲν διῳκῆσθαι τὰ κατὰ τὴν Σπάρτην καὶ συμφερόντως αὐτοῖς μάλιστα τοῖς Λακεδαιμονίοις, ἀδύνατον δʼ εἶναι τὸ κινῆσαί τι τῶν ὑποκειμένων ἄνευ τοῦ παραβῆναι καὶ τὰ πρὸς τοὺς ἀνθρώπους δίκαια καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσια, §22.10.9μένειν ἔδοξε τοῖς παροῦσιν ἐπὶ τῶν ὑποκειμένων καὶ ταύτην δοῦναι τῷ πρεσβευτῇ τὴν ἀπόκρισιν.
但菲洛皮门、吕科尔塔斯以及阿孔等人发表了许多不同的论证,说明斯巴达的事务已经得到了良好的管理,并且最符合拉栖代梦人自身的利益,而且如果不违背对人的正义和对神的虔敬,就不可能改变任何既定的决定,与会者决定维持既定的决定,并将此作为答复交给使节。
§22.10.10ὁ δὲ Καικίλιος ὁρῶν τὴν τούτων προαίρεσιν, ἠξίου τοὺς πολλοὺς αὑτῷ συναγαγεῖν εἰς ἐκκλησίαν.
凯基利乌斯看出了他们的意图,便要求他们为他召集民众大会。
§22.10.11οἱ δὲ τῶν Ἀχαιῶν ἄρχοντες ἐκέλευον αὐτὸν δεῖξαι τὰς ἐντολάς, ἃς εἶχε παρὰ τῆς συγκλήτου περὶ τούτων.
但阿哈伊亚人的官员们命令他出示他从元老院获得的关于这些事务的指令。
τοῦ δὲ παρασιωπῶντος, οὐκ ἔφασαν αὐτῷ συνάξειν τὴν ἐκκλησίαν· §22.10.12τοὺς γὰρ νόμους οὐκ ἐᾶν, ἐὰν μὴ φέρῃ τις ἔγγραπτα παρὰ τῆς συγκλήτου, περὶ ὧν οἴεται δεῖν συνάγειν.
当他保持沉默时,他们表示他们不会为他召集大会;因为他们说,法律不许可这样做,除非有人带了元老院的书面指令,指明他认为有必要召集会议讨论的事务。
§22.10.13ὁ δὲ Καικίλιος ἐπὶ τοσοῦτον ὠργίσθη διὰ τὸ μηθὲν αὐτῷ συγχωρεῖσθαι τῶν ἀξιουμένων, ὥστʼ οὐδὲ τὴν ἀπόκρισιν ἠβουλήθη δέξασθαι παρὰ τῶν ἀρχόντων, ἀλλʼ ἀναπόκριτος ἀπῆλθεν.
凯基利乌斯因自己的要求均未获准而大为恼火,甚至不愿接受官员们的答复,而是在没有得到答复的情况下离去了。
§22.10.14οἱ δʼ Ἀχαιοὶ τὴν αἰτίαν ἀνέφερον καὶ τῆς πρότερον παρουσίας ἅμα τῆς Μάρκου τοῦ Φολουίου καὶ τῆς τότε τῶν περὶ τὸν Καικίλιον ἐπὶ τὸν Ἀρίσταινον καὶ τὸν Διοφάνην, ὡς τούτους ἀντισπασαμένους διὰ τὴν ἀντιπολιτείαν τὴν πρὸς τὸν Φιλοποίμενα·
但阿哈伊亚人将先前马尔库斯·富尔维乌斯的到来以及这次凯基利乌斯一行的到来都归咎于阿里斯泰诺斯和迪奥凡内斯,认为他们是因为与菲洛皮门的政治对立而把他们拉入纷争之中的。
§22.10.15καί τις ἦν ὑποψία τῶν πολλῶν πρὸς τοὺς προειρημένους ἄνδρας.
民众对上述人等也存有某种怀疑。
καὶ τὰ μὲν κατὰ Πελοπόννησον ἐν τούτοις ἦν.
伯罗奔尼撒的局势就是在这个状态之中。

词汇与语法注释

  1. §22.10.4οὐχ οἷον ... ἀλλὰ καὶ — 短语 οὐχ οἷον ... ἀλλὰ καὶ(其功能类似于 οὐχ ὅπως ... ἀλλὰ καί)是一种惯用结构,意为“非但没有……反而还……”或“不仅不……甚至还……”。它强调了迪奥凡内斯不仅没有为阿哈伊亚人辩护,反而积极地向凯基利乌斯提供了进一步指控的线索。
  2. §22.10.8τοῦ δὲ Φιλοποίμενος καὶ Λυκόρτα, σὺν δὲ τούτοις Ἄρχωνος, πολλοὺς καὶ ποικίλους διαθεμένων λόγους — 这是一个以菲洛皮门、吕科尔塔斯和阿孔为逻辑主语的长大属格绝对结构(分词短语)。在这个分词短语内部,包含了一个带介词的冠词不定式短语 ὑπὲρ τοῦ...,而该短语内部又嵌套了两个并列的“对格加不定式”结构(间接引语):καλῶς μὲν διῳκῆσθαι... 与 ἀδύνατον δʼ εἶναι...。该句的主句主动词出现在紧接着的 §22.10.9 中的 ἔδοξε。
  3. §22.10.14ὡς τούτους ἀντισπασαμένους — 连接词 ὡς 伴随分词对格 ἀντισπασαμένους(与指代阿里斯泰诺斯和迪奥凡内斯的 τούτους 一致),表示阿哈伊亚人所持有的主观或指称的原因(“理由是这些人把他们拉了进来”)。这里的动词 ἀντισπάω 意为“拉拢”、“拉向自己的一方”。

引用这一段

波利比奥斯, 历史 §22.10.1-22.10.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:22.10.1-22.10.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。