§21.46.1ὅτι κατὰ τὴν Ἀπάμειαν οἵ τε δέκα καὶ Γνάιος ὁ στρατηγὸς τῶν Ῥωμαίων, διακούσαντες πάντων τῶν ἀπηντηκότων, τοῖς μὲν περὶ χώρας ἢ χρημάτων ἤ τινος ἑτέρου διαφερομένοις πόλεις ἀπέδωκαν ὁμολογουμένας ἀμφοτέροις, ἐν αἷς διακριθήσονται περὶ τῶν ἀμφισβητουμένων· τὴν δὲ περὶ τῶν ὅλων ἐποιήσαντο διάληψιν τοιαύτην.
アパメイアにおいて、十人の使節とローマ人の将軍グナエウスは、参集したすべての人々の言い分を聞いたうえで、土地や財産、あるいは他の何かについて紛争を起こしている人々に対しては、双方が合意した、その係争中の事柄について裁決を受けることになる都市を指定し、全体についての決定を以下のように下した。
§21.46.2ὅσαι μὲν τῶν αὐτονόμων πόλεων πρότερον ὑπετέλουν Ἀντιόχῳ φόρον, τότε δὲ διεφύλαξαν τὴν πρὸς Ῥωμαίους πίστιν, ταύτας μὲν ἀπέλυσαν τῶν φόρων·
自治都市のうち、以前アンティオコスに貢納を支払っていたが、そのときローマ人への忠誠を保ったものは、貢納を免除した。
ὅσαι δʼ Ἀττάλῳ σύνταξιν ἐτέλουν, ταύταις ἐπέταξαν τὸν αὐτὸν Εὐμένει διδόναι φόρον.
アッタロスに寄託金を支払っていたものには、エウメネスにそれと同じ額の貢納金を支払うよう命じた。
§21.46.3εἰ δέ τινες ἀποστᾶσαι τῆς Ῥωμαίων φιλίας Ἀντιόχῳ συνεπολέμουν, ταύτας ἐκέλευσαν Εὐμένει διδόναι τοὺς Ἀντιόχῳ διατεταγμένους φόρους.
もしローマの友好関係から離反してアンティオコスと共に戦った都市があれば、それらにはアンティオコスに対して規定されていた貢納金をエウメネスに支払うよう命じた。
§21.46.4Κολοφωνίους δὲ τοὺς τὸ Νότιον οἰκοῦντας καὶ Κυμαίους καὶ Μυλασεῖς ἀφορολογήτους ἀφῆκαν,
ノティオンに居住するコロポン人、キュメ人、およびミュラサ人は免税とした。
§21.46.5Κλαζομενίοις δὲ καὶ δωρεὰν προσέθηκαν τὴν Δρυμοῦσσαν καλουμένην νῆσον, Μιλησίοις δὲ τὴν ἱερὰν χώραν ἀποκατέστησαν, ἧς διὰ τοὺς πολέμους πρότερον ἐξεχώρησαν.
クラゾメナイ人にはさらに、ドリュムッサと呼ばれる島を無償で与え、ミレトス人には、先の戦争のために以前そこから立ち退いていた聖なる土地を返還した。
§21.46.6Χίους δὲ καὶ Σμυρναίους, ἔτι δʼ Ἐρυθραίους, ἔν τε τοῖς ἄλλοις προῆγον καὶ χώραν προσένειμαν, ἧς ἕκαστοι κατὰ τὸ παρὸν ἐπεθύμουν καὶ σφίσι καθήκειν ὑπελάμβανον, ἐντρεπόμενοι τὴν εὔνοιαν καὶ σπουδήν, ἣν παρέσχηντο κατὰ τὸν πόλεμον αὐτοῖς.
キオス人、スミュルナ人、さらにエリュトリア人を、他のすべての点でも優遇し、彼らが戦争において自分たちに対して示した好意と熱意を考慮して、各自が現在望んでおり、自分たちに属するのがふさわしいと考えている土地を分け与えた。
§21.46.7ἀπέδωκαν δὲ καὶ Φωκαιεῦσι τὸ πάτριον πολίτευμα καὶ τὴν χώραν, ἣν καὶ πρότερον εἶχον.
ポカイア人には、祖伝の国制と、以前領有していた土地を返還した。
§21.46.8μετὰ δὲ ταῦτα Ῥοδίοις ἐχρημάτισαν, διδόντες Λυκίαν καὶ Καρίας τὰ μέχρι Μαιάνδρου ποταμοῦ πλὴν Τελμεσσοῦ.
この後、ロドス人に回答し、リュキアと、テルメッソスを除くマイアンドロス川までのカリアを授与した。
§21.46.9περὶ δὲ τοῦ βασιλέως Εὐμένους καὶ τῶν ἀδελφῶν ἔν τε ταῖς πρὸς Ἀντίοχον συνθήκαις τὴν ἐνδεχομένην πρόνοιαν ἐποιήσαντο καὶ τότε τῆς μὲν Εὐρώπης αὐτῷ προσέθηκαν Χερρόνησον καὶ Λυσιμάχειαν καὶ τὰ προσοροῦντα τούτοις ἐρύματα καὶ χώραν, ἧς Ἀντίοχος ἐπῆρχεν·
エウメネス王とその兄弟たちに関しては、アンティオコスとの条約において可能な限りの配慮をしており、そのとき、ヨーロッパからはヘルソネソス、リュシマケイア、およびこれらに隣接する要塞とアンティオコスが支配していた土地を彼に加えた。
§21.46.10τῆς δʼ Ἀσίας Φρυγίαν τὴν ἐφʼ Ἑλλησπόντου, Φρυγίαν τὴν μεγάλην, Μυσούς, οὓς Προυσίας πρότερον αὐτοῦ παρεσπάσατο, Λυκαονίαν, Μιλυάδα, Λυδίαν, Τράλλεις, Ἔφεσον, Τελμεσσόν.
アジアからは、ヘルスポントス近傍のプリュギア、大プリュギア、以前プルーシアスが彼から奪い取ったミュシア、リュカオニア、ミリュアス、リュディア、トラレイス、エペソス、テルメッソスを加えた。
§21.46.11ταύτας μὲν οὖν ἔδωκαν Εὐμένει τὰς δωρεάς·
これらが、彼らがエウメネスに与えた贈り物であった。
περὶ δὲ τῆς Παμφυλίας, Εὐμένους μὲν εἶναι φάσκοντος αὐτὴν ἐπὶ τάδε τοῦ Ταύρου, τῶν δὲ παρʼ Ἀντιόχου πρεσβευτῶν ἐπέκεινα, διαπορήσαντες ἀνέθεντο περὶ τούτων εἰς τὴν σύγκλητον.
パンプュリアに関しては、エウメネスがそれをタウロス山脈のこちら側にあると主張し、アンティオコスの使節が向こう側にあると主張したため、決定に窮し、これについては元老院に委ねた。
§21.46.12σχεδὸν δὲ τῶν ἀναγκαιοτάτων καὶ πλείστων αὐτοῖς διῳκημένων, ἀναζεύξαντες προῆγον ἐφʼ Ἑλλήσποντον, βουλόμενοι κατὰ τὴν πάροδον ἔτι τὰ πρὸς τοὺς Γαλάτας ἀσφαλίσασθαι. —
最も必要かつ多くの事柄が彼らによってほぼ処理されたので、彼らは陣を引き払ってヘルスポントスへと進んだ。 道中、ガラティア人との関係をなおも安定させたいと望んだからである。