Humanitext Reader

波利比奥斯 · 历史 §21.46.1-21.46.12

在阿帕梅亚对亚洲战后事务与领土的处置

第 1008 段,共 1311 段 · 希腊语

内容简介

在阿帕梅亚,罗马十人使节与将军处理亚洲战后事务,宣布忠诚的自治城市免税,并将领土与权益重新分配给欧墨尼斯和罗得斯等,随后向赫勒斯滂进军。

§21.46.1ὅτι κατὰ τὴν Ἀπάμειαν οἵ τε δέκα καὶ Γνάιος ὁ στρατηγὸς τῶν Ῥωμαίων, διακούσαντες πάντων τῶν ἀπηντηκότων, τοῖς μὲν περὶ χώρας ἢ χρημάτων ἤ τινος ἑτέρου διαφερομένοις πόλεις ἀπέδωκαν ὁμολογουμένας ἀμφοτέροις, ἐν αἷς διακριθήσονται περὶ τῶν ἀμφισβητουμένων· τὴν δὲ περὶ τῶν ὅλων ἐποιήσαντο διάληψιν τοιαύτην.
在阿帕梅亚,十位使节和罗马人的将军格奈乌斯在听取了所有前来会面的人的陈述后,对于那些在领土、钱财或其它事情上存在争议的人,他们指定了双方都同意的城市,在这些城市里他们将就争议事项接受裁决;而他们对整体的决定如下。
§21.46.2ὅσαι μὲν τῶν αὐτονόμων πόλεων πρότερον ὑπετέλουν Ἀντιόχῳ φόρον, τότε δὲ διεφύλαξαν τὴν πρὸς Ῥωμαίους πίστιν, ταύτας μὲν ἀπέλυσαν τῶν φόρων· ὅσαι δʼ Ἀττάλῳ σύνταξιν ἐτέλουν, ταύταις ἐπέταξαν τὸν αὐτὸν Εὐμένει διδόναι φόρον.
在自治城市中,凡是以前向安条克缴纳贡赋,但当时保持了对罗马人的忠诚的,他们免除了其贡赋;但凡是向阿塔路斯缴纳寄托金的,他们命令这些城市向欧墨尼斯缴纳同等数额的贡赋。
§21.46.3εἰ δέ τινες ἀποστᾶσαι τῆς Ῥωμαίων φιλίας Ἀντιόχῳ συνεπολέμουν, ταύτας ἐκέλευσαν Εὐμένει διδόναι τοὺς Ἀντιόχῳ διατεταγμένους φόρους.
如果有些城市背叛了与罗马人的友好关系并与安条克并肩作战,他们命令这些城市向欧墨尼斯缴纳曾规定给安条克的贡赋。
§21.46.4Κολοφωνίους δὲ τοὺς τὸ Νότιον οἰκοῦντας καὶ Κυμαίους καὶ Μυλασεῖς ἀφορολογήτους ἀφῆκαν,
而居住在诺提翁的科洛丰人、库墨人以及米拉萨人,他们使其免除贡赋。
§21.46.5Κλαζομενίοις δὲ καὶ δωρεὰν προσέθηκαν τὴν Δρυμοῦσσαν καλουμένην νῆσον, Μιλησίοις δὲ τὴν ἱερὰν χώραν ἀποκατέστησαν, ἧς διὰ τοὺς πολέμους πρότερον ἐξεχώρησαν.
对克拉佐门奈人,他们还赠送了被称为德里穆萨的岛屿作为礼物;对米利都人,他们归还了圣地,这些人在以前由于战争曾撤离了该地。
§21.46.6Χίους δὲ καὶ Σμυρναίους, ἔτι δʼ Ἐρυθραίους, ἔν τε τοῖς ἄλλοις προῆγον καὶ χώραν προσένειμαν, ἧς ἕκαστοι κατὰ τὸ παρὸν ἐπεθύμουν καὶ σφίσι καθήκειν ὑπελάμβανον, ἐντρεπόμενοι τὴν εὔνοιαν καὶ σπουδήν, ἣν παρέσχηντο κατὰ τὸν πόλεμον αὐτοῖς.
至于希奥斯人、斯密纳人、以及埃里特里亚人,他们不仅在其他方面优待他们,还分配给他们各自目前渴望并认为本应属于自己的土地,这是考虑到他们在战争中对他们所表现出的善意与热忱。
§21.46.7ἀπέδωκαν δὲ καὶ Φωκαιεῦσι τὸ πάτριον πολίτευμα καὶ τὴν χώραν, ἣν καὶ πρότερον εἶχον.
他们也向福西亚人归还了祖传的政体以及他们以前拥有的土地。
§21.46.8μετὰ δὲ ταῦτα Ῥοδίοις ἐχρημάτισαν, διδόντες Λυκίαν καὶ Καρίας τὰ μέχρι Μαιάνδρου ποταμοῦ πλὴν Τελμεσσοῦ.
在此之后,他们给罗得斯人答复,赠予了吕基亚以及卡里亚直至迈安德罗斯河的地区,特尔梅索斯除外。
§21.46.9περὶ δὲ τοῦ βασιλέως Εὐμένους καὶ τῶν ἀδελφῶν ἔν τε ταῖς πρὸς Ἀντίοχον συνθήκαις τὴν ἐνδεχομένην πρόνοιαν ἐποιήσαντο καὶ τότε τῆς μὲν Εὐρώπης αὐτῷ προσέθηκαν Χερρόνησον καὶ Λυσιμάχειαν καὶ τὰ προσοροῦντα τούτοις ἐρύματα καὶ χώραν, ἧς Ἀντίοχος ἐπῆρχεν· §21.46.10τῆς δʼ Ἀσίας Φρυγίαν τὴν ἐφʼ Ἑλλησπόντου, Φρυγίαν τὴν μεγάλην, Μυσούς, οὓς Προυσίας πρότερον αὐτοῦ παρεσπάσατο, Λυκαονίαν, Μιλυάδα, Λυδίαν, Τράλλεις, Ἔφεσον, Τελμεσσόν.
关于欧墨尼斯国王及其兄弟,他们已在与安条克的条约中尽力做出了周全的考虑,而当时,他们又将欧洲的赫尔松奈苏斯、利西马基亚和与这些接壤的堡垒以及安条克曾统治的土地赐予他;在亚洲,则赐予了赫勒斯滂附近的弗里吉亚、大弗里吉亚、先前普鲁西阿斯从他那里夺走的米西亚人、吕卡尼亚、米利亚斯、吕底亚、特拉勒斯、以弗所、特尔梅索斯。
§21.46.11ταύτας μὲν οὖν ἔδωκαν Εὐμένει τὰς δωρεάς· περὶ δὲ τῆς Παμφυλίας, Εὐμένους μὲν εἶναι φάσκοντος αὐτὴν ἐπὶ τάδε τοῦ Ταύρου, τῶν δὲ παρʼ Ἀντιόχου πρεσβευτῶν ἐπέκεινα, διαπορήσαντες ἀνέθεντο περὶ τούτων εἰς τὴν σύγκλητον.
这些便是他们赐予欧墨尼斯的礼物;但关于潘非利亚,由于欧墨尼斯声称它在托罗斯山脉的这一侧,而安条克的使节声称它在另一侧,他们对此感到困惑,便将此事提交给元老院决定。
§21.46.12σχεδὸν δὲ τῶν ἀναγκαιοτάτων καὶ πλείστων αὐτοῖς διῳκημένων, ἀναζεύξαντες προῆγον ἐφʼ Ἑλλήσποντον, βουλόμενοι κατὰ τὴν πάροδον ἔτι τὰ πρὸς τοὺς Γαλάτας ἀσφαλίσασθαι. —
在最必要且大部分的事情几乎都被他们处理完毕后,他们拔营向赫勒斯滂前进,希望在通过的路上进一步确保与加拉太人的关系。

词汇与语法注释

  1. 21.46.1ὅτι — 置于历史著作节录或摘录开头的引导词,意为“(据说)……”,用以引入报告或摘要,其主句的主动词通常被省略。
  2. 21.46.1πόλεις ἀπέδωκαν ὁμολογουμένας ἀμφοτέροις — 动词 ἀπέδωκαν 在此并非指“归还”,而是指“指定”(解决争端的城市)。完成时被动分词 ὁμολογουμένας(意为“被同意的”)伴有表示施事或利害关系的与格形式 ἀμφοτέροις(“被双方”)。
  3. 21.46.6ἐντρεπόμενοι — 现在分词 ἐντρεπόμενοι 带有宾格形式的 τὴν εὔνοιαν καὶ σπουδήν 作为其直接宾语,在此作为表示原因的状语分词,意为“顾及到”或“考虑到”。
  4. 21.46.12τῶν ἀναγκαιοτάτων καὶ πλείστων αὐτοῖς διῳκημένων — 属格绝对结构。完成时被动分词 διῳκημένων(源自 διοικέω,“管理、处理”)与作主语的属格名词短语连用,并伴有表示施事者的与格 αὐτοῖς(“被他们”)。

引用这一段

波利比奥斯, 历史 §21.46.1-21.46.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.46.1-21.46.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。