§21.46.1ὅτι κατὰ τὴν Ἀπάμειαν οἵ τε δέκα καὶ Γνάιος ὁ στρατηγὸς τῶν Ῥωμαίων, διακούσαντες πάντων τῶν ἀπηντηκότων, τοῖς μὲν περὶ χώρας ἢ χρημάτων ἤ τινος ἑτέρου διαφερομένοις πόλεις ἀπέδωκαν ὁμολογουμένας ἀμφοτέροις, ἐν αἷς διακριθήσονται περὶ τῶν ἀμφισβητουμένων· τὴν δὲ περὶ τῶν ὅλων ἐποιήσαντο διάληψιν τοιαύτην.
At Apameia, the ten commissioners and Gnaeus the general of the Romans, having heard all those who had met them, assigned to those who were disputing about territory or money or anything else, cities agreed upon by both, in which they should be judged concerning the disputed matters; and they made the decision concerning the whole as follows.
§21.46.2ὅσαι μὲν τῶν αὐτονόμων πόλεων πρότερον ὑπετέλουν Ἀντιόχῳ φόρον, τότε δὲ διεφύλαξαν τὴν πρὸς Ῥωμαίους πίστιν, ταύτας μὲν ἀπέλυσαν τῶν φόρων· ὅσαι δʼ Ἀττάλῳ σύνταξιν ἐτέλουν, ταύταις ἐπέταξαν τὸν αὐτὸν Εὐμένει διδόναι φόρον.
Those of the autonomous cities which previously paid tribute to Antiochus, but at that time preserved their loyalty to the Romans, they released from tribute; but to those which paid contribution to Attalus, they ordered to give the same tribute to Eumenes.
§21.46.3εἰ δέ τινες ἀποστᾶσαι τῆς Ῥωμαίων φιλίας Ἀντιόχῳ συνεπολέμουν, ταύτας ἐκέλευσαν Εὐμένει διδόναι τοὺς Ἀντιόχῳ διατεταγμένους φόρους.
And if any, having revolted from the friendship of the Romans, had fought along with Antiochus, they ordered these to pay to Eumenes the tribute prescribed for Antiochus.
§21.46.4Κολοφωνίους δὲ τοὺς τὸ Νότιον οἰκοῦντας καὶ Κυμαίους καὶ Μυλασεῖς ἀφορολογήτους ἀφῆκαν,
And the Colophonians who inhabit Notion, and the Cymaeans and Mylasians they left exempt from tribute.
§21.46.5Κλαζομενίοις δὲ καὶ δωρεὰν προσέθηκαν τὴν Δρυμοῦσσαν καλουμένην νῆσον, Μιλησίοις δὲ τὴν ἱερὰν χώραν ἀποκατέστησαν, ἧς διὰ τοὺς πολέμους πρότερον ἐξεχώρησαν.
To the Clazomenians they also added as a gift the island called Drymussa, and to the Milesians they restored the sacred land, from which they had previously withdrawn because of the wars.
§21.46.6Χίους δὲ καὶ Σμυρναίους, ἔτι δʼ Ἐρυθραίους, ἔν τε τοῖς ἄλλοις προῆγον καὶ χώραν προσένειμαν, ἧς ἕκαστοι κατὰ τὸ παρὸν ἐπεθύμουν καὶ σφίσι καθήκειν ὑπελάμβανον, ἐντρεπόμενοι τὴν εὔνοιαν καὶ σπουδήν, ἣν παρέσχηντο κατὰ τὸν πόλεμον αὐτοῖς.
And the Chians and Smyrnaeans, and further the Erythraeans, they both advanced in other matters and assigned to them territory which each desired at the present and deemed to belong to them, out of regard for the goodwill and zeal which they had shown to them during the war.
§21.46.7ἀπέδωκαν δὲ καὶ Φωκαιεῦσι τὸ πάτριον πολίτευμα καὶ τὴν χώραν, ἣν καὶ πρότερον εἶχον.
And they also restored to the Phocaeans their ancestral constitution and the land which they had also held previously.
§21.46.8μετὰ δὲ ταῦτα Ῥοδίοις ἐχρημάτισαν, διδόντες Λυκίαν καὶ Καρίας τὰ μέχρι Μαιάνδρου ποταμοῦ πλὴν Τελμεσσοῦ.
After this they gave answer to the Rhodians, giving Lycia and the parts of Caria up to the river Maeander, except Telmessus.
§21.46.9περὶ δὲ τοῦ βασιλέως Εὐμένους καὶ τῶν ἀδελφῶν ἔν τε ταῖς πρὸς Ἀντίοχον συνθήκαις τὴν ἐνδεχομένην πρόνοιαν ἐποιήσαντο καὶ τότε τῆς μὲν Εὐρώπης αὐτῷ προσέθηκαν Χερρόνησον καὶ Λυσιμάχειαν καὶ τὰ προσοροῦντα τούτοις ἐρύματα καὶ χώραν, ἧς Ἀντίοχος ἐπῆρχεν· §21.46.10τῆς δʼ Ἀσίας Φρυγίαν τὴν ἐφʼ Ἑλλησπόντου, Φρυγίαν τὴν μεγάλην, Μυσούς, οὓς Προυσίας πρότερον αὐτοῦ παρεσπάσατο, Λυκαονίαν, Μιλυάδα, Λυδίαν, Τράλλεις, Ἔφεσον, Τελμεσσόν.
Concerning King Eumenes and his brothers, they had made the possible provision in the treaty with Antiochus, and at that time they added to him from Europe the Chersonese and Lysimacheia and the strongholds bordering on these and the land which Antiochus used to rule; and from Asia, Phrygia on the Hellespont, Greater Phrygia, the Mysians, whom Prusias had previously wrested from him, Lycaonia, Milyas, Lydia, Tralles, Ephesus, and Telmessus.
§21.46.11ταύτας μὲν οὖν ἔδωκαν Εὐμένει τὰς δωρεάς· περὶ δὲ τῆς Παμφυλίας, Εὐμένους μὲν εἶναι φάσκοντος αὐτὴν ἐπὶ τάδε τοῦ Ταύρου, τῶν δὲ παρʼ Ἀντιόχου πρεσβευτῶν ἐπέκεινα, διαπορήσαντες ἀνέθεντο περὶ τούτων εἰς τὴν σύγκλητον.
These gifts, then, they gave to Eumenes; but concerning Pamphylia, since Eumenes said that it was on this side of the Taurus, and the ambassadors from Antiochus said it was on the other side, being in doubt they referred the matter concerning this to the Senate.
§21.46.12σχεδὸν δὲ τῶν ἀναγκαιοτάτων καὶ πλείστων αὐτοῖς διῳκημένων, ἀναζεύξαντες προῆγον ἐφʼ Ἑλλήσποντον, βουλόμενοι κατὰ τὴν πάροδον ἔτι τὰ πρὸς τοὺς Γαλάτας ἀσφαλίσασθαι. —
And when almost all the most necessary things had been settled by them, they broke camp and advanced towards the Hellespont, wishing during their passage to secure their relations with the Galatians.