§21.39.1ὅτι τῶν Ῥωμαίων μετὰ τὴν τῶν Γαλατῶν νίκην αὐτῶν πραχθεῖσαν στρατοπεδευόντων περὶ τὴν Ἄγκυραν πόλιν, καὶ τοῦ Γναΐου τοῦ στρατηγοῦ προάγειν εἰς τοὔμπροσθεν μέλλοντος, §21.39.2παραγίνονται πρέσβεις παρὰ τῶν Τεκτοσάγων, ἀξιοῦντες τὸν Γνάιον τὰς μὲν δυνάμεις ἐᾶσαι κατὰ χώραν, αὐτὸν δὲ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν προελθεῖν εἰς τὸν μεταξὺ τόπον τῶν στρατοπέδων·
ローマ人がガラティア人に対して勝利を収めた後、アンキュラの街の周辺に陣を敷き、将軍グナエウスが前方へ進軍しようとしていたときのこと、テクトサゲス族のもとから使節たちがやって来て、グナエウスに対し、軍隊はその場に留め置き、彼自身は翌日、両陣営の中間地点へと進み出ることを要求した。
ἥξειν δὲ καὶ τοὺς παρʼ αὑτῶν βασιλεῖς κοινολογησομένους ὑπὲρ τῶν διαλύσεων.
彼らは、自分たちの王たちも和議について協議するためにやって来るだろうと述べた。
§21.39.3τοῦ δὲ Γναΐου συγκαταθεμένου καὶ παραγενηθέντος κατὰ τὸ συνταχθὲν μετὰ πεντακοσίων ἱππέων, τότε μὲν οὐκ ἦλθον οἱ βασιλεῖς·
グナエウスが同意し、取り決め通りに五百人の騎兵を率いて現れたが、そのときには王たちは来なかった。
§21.39.4ἀνακεχωρηκότος δʼ αὐτοῦ πρὸς τὴν ἰδίαν παρεμβολήν, αὖθις ἧκον οἱ πρέσβεις ὑπὲρ μὲν τῶν βασιλέων σκήψεις τινὰς λέγοντες, ἀξιοῦντες δὲ πάλιν ἐλθεῖν αὐτόν, ἐπειδὴ τοὺς πρώτους ἄνδρας ἐκπέμψουσιν κοινολογησομένους ὑπὲρ τῶν ὅλων.
彼が自陣へと引き返したとき、再び使節たちがやって来て、王たちの代わりにいくつかの弁明を述べるとともに、和議の全般について協議させるために最も有力な男たちを派遣するからという理由で、彼に再び来るよう要求した。
§21.39.5ὁ δὲ Γνάιος κατανεύσας ἥξειν αὐτὸς μὲν ἔμεινεν ἐπὶ τῆς ἰδίας στρατοπεδείας, Ἄτταλον δὲ καὶ τῶν χιλιάρχων τινὰς ἐξαπέστειλεν μετὰ τριακοσίων ἱππέων.
グナエウスは行くことを承諾したが、自分自身は自陣に留まり、アッタロスと数人の千人隊長を三百人の騎兵とともに派遣した。
§21.39.6οἱ δὲ τῶν Γαλατῶν πρέσβεις ἦλθον μὲν κατὰ τὸ συνταχθὲν καὶ λόγους ἐποιήσαντο περὶ τῶν πραγμάτων, τέλος δʼ ἐπιθεῖναι τοῖς προειρημένοις ἢ κυρῶσαί τι τῶν δοξάντων οὐκ ἔφασαν εἶναι δυνατόν·
ガラティア人の使節たちは取り決め通りにやって来て、諸事について話し合ったが、前述の事柄に最終決定を下したり、合意された事項を批准したりすることは自分たちには不可能であると述べた。
§21.39.7τοὺς δὲ βασιλεῖς τῇ κατὰ πόδας ἥξειν διωρίζοντο, συνθησομένους καὶ πέρας ἐπιθήσοντας, εἰ καὶ Γνάιος ὁ στρατηγὸς ἔλθοι πρὸς αὐτούς.
しかし、もし将軍グナエウス自身も彼らのもとへ来るならば、王たちが翌日やって来て契約を結び、最終決定を下すであろうと彼らは確言した。
§21.39.8τῶν δὲ περὶ τὸν Ἄτταλον ἐπαγγειλαμένων ἥξειν τὸν Γνάιον, τότε μὲν ἐπὶ τούτοις διελύθησαν.
アッタロスの一行がグナエウスは来るであろうと約束したので、そのときはこれらの条件で解散した。
§21.39.9ἐποιοῦντο δὲ τὰς ὑπερθέσεις ταύτας οἱ Γαλάται καὶ διεστρατήγουν τοὺς Ῥωμαίους βουλόμενοι τῶν τε σωμάτων τινὰ τῶν ἀναγκαίων καὶ τῶν χρημάτων ὑπερθέσθαι πέραν Ἅλυος ποταμοῦ, μάλιστα δὲ τὸν στρατηγὸν τῶν Ῥωμαίων, εἰ δυνηθεῖεν, λαβεῖν ὑποχείριον· εἰ δὲ μή γε, πάντως ἀποκτεῖναι.
ガラティア人たちがこうした遅延策を用い、ローマ人を欺いたのは、自分たちの家族の一部や財産をハリュス川の向こうへと移すことを望み、とりわけ、もし可能ならローマの将軍を捕らえて手中に収めること、それができなくとも何としても彼を殺害することを望んでいたからであった。
§21.39.10ταῦτα δὲ προθέμενοι κατὰ τὴν ἐπιοῦσαν ἐκαραδόκουν τὴν παρουσίαν τῶν Ῥωμαίων, ἑτοίμους ἔχοντες ἱππεῖς εἰς χιλίους.
彼らはこれを目的として設定し、およそ千人の騎兵を待機させて、翌日ローマ人たちが現れるのを待ち構えていた。
§21.39.11ὁ δὲ Γνάιος διακούσας τῶν περὶ τὸν Ἄτταλον καὶ πεισθεὶς ἥξειν τοὺς βασιλεῖς, ἐξῆλθεν, καθάπερ εἰώθει, μετὰ πεντακοσίων ἱππέων.
グナエウスはアッタロスらから詳しく聞き、王たちがやって来ると信じたので、いつものように五百人の騎兵を率いて出立した。
§21.39.12συνέβη δὲ ταῖς πρότερον ἡμέραις τοὺς ἐπὶ τὰς ξυλείας καὶ χορτολογίας ἐκπορευομένους ἐκ τοῦ τῶν Ῥωμαίων χάρακος ἐπὶ ταῦτα τὰ μέρη πεποιῆσθαι τὴν ἔξοδον, ἐφεδρείᾳ χρωμένους τοῖς ἐπὶ τὸν σύλλογον πορευομένοις ἱππεῦσιν.
しかし前日までに、ローマ人の陣営から薪集めや飼料集めのために出て行く者たちが、これらの地域へと出立することがたまたま起こっており、彼らは会合に向かう騎兵たちを護衛として利用していた。
§21.39.13οὗ καὶ τότε γενομένου καὶ πολλῶν ἐξεληλυθότων, συνέταξαν οἱ χιλίαρχοι καὶ τοὺς εἰθισμένους ἐφεδρεύειν τοῖς προνομεύουσιν ἱππεῖς ἐπὶ ταῦτα τὰ μέρη ποιήσασθαι τὴν ἔξοδον.
そのときにもこのことが起こり、多くの者が陣営から出て行ったので、千人隊長たちは、略奪を護衛することに慣れている騎兵たちをも、これらの地域へ出立させるよう命じた。
§21.39.14ὧν ἐκπορευθέντων, αὐτομάτως τὸ δέον ἐγενήθη πρὸς τὴν ἐπιφερομένην χρείαν.
彼らが出立したことによって、差し迫った必要に対して、必要な備えが偶然にも自然となされることとなった。
—
—