§21.39.1ὅτι τῶν Ῥωμαίων μετὰ τὴν τῶν Γαλατῶν νίκην αὐτῶν πραχθεῖσαν στρατοπεδευόντων περὶ τὴν Ἄγκυραν πόλιν, καὶ τοῦ Γναΐου τοῦ στρατηγοῦ προάγειν εἰς τοὔμπροσθεν μέλλοντος, §21.39.2παραγίνονται πρέσβεις παρὰ τῶν Τεκτοσάγων, ἀξιοῦντες τὸν Γνάιον τὰς μὲν δυνάμεις ἐᾶσαι κατὰ χώραν, αὐτὸν δὲ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν προελθεῖν εἰς τὸν μεταξὺ τόπον τῶν στρατοπέδων· ἥξειν δὲ καὶ τοὺς παρʼ αὑτῶν βασιλεῖς κοινολογησομένους ὑπὲρ τῶν διαλύσεων.
罗马人在战胜加拉太人后,在安克拉城周围安营扎寨,而将军格奈乌斯正准备向前推进,特克托萨格斯人派来使节,请求格奈乌斯将兵力留在原地,而他本人则在次日前往两军军营之间的中间地带;他们还说,他们那方的国王们也会前来商讨和约事宜。
§21.39.3τοῦ δὲ Γναΐου συγκαταθεμένου καὶ παραγενηθέντος κατὰ τὸ συνταχθὲν μετὰ πεντακοσίων ἱππέων, τότε μὲν οὐκ ἦλθον οἱ βασιλεῖς·
格奈乌斯同意了,并按照约定率领五百名骑兵前往,但当时国王们并没有来。
§21.39.4ἀνακεχωρηκότος δʼ αὐτοῦ πρὸς τὴν ἰδίαν παρεμβολήν, αὖθις ἧκον οἱ πρέσβεις ὑπὲρ μὲν τῶν βασιλέων σκήψεις τινὰς λέγοντες, ἀξιοῦντες δὲ πάλιν ἐλθεῖν αὐτόν, ἐπειδὴ τοὺς πρώτους ἄνδρας ἐκπέμψουσιν κοινολογησομένους ὑπὲρ τῶν ὅλων.
在他返回自己的营地后,使节们再次前来,代国王们提出了一些辩解,并请求他再次前往,因为他们将派出最显要的人来就全局进行商讨。
§21.39.5ὁ δὲ Γνάιος κατανεύσας ἥξειν αὐτὸς μὲν ἔμεινεν ἐπὶ τῆς ἰδίας στρατοπεδείας, Ἄτταλον δὲ καὶ τῶν χιλιάρχων τινὰς ἐξαπέστειλεν μετὰ τριακοσίων ἱππέων.
格奈乌斯允诺前往,但他本人留在了自己的营地里,而派阿塔罗斯和几位军事护民官率领三百名骑兵前往。
§21.39.6οἱ δὲ τῶν Γαλατῶν πρέσβεις ἦλθον μὲν κατὰ τὸ συνταχθὲν καὶ λόγους ἐποιήσαντο περὶ τῶν πραγμάτων, τέλος δʼ ἐπιθεῖναι τοῖς προειρημένοις ἢ κυρῶσαί τι τῶν δοξάντων οὐκ ἔφασαν εἶναι δυνατόν·
加拉太人的使节按照约定前来,并就各项事务进行了商谈,但他们表示,他们不可能对前述事项做出最终决定,也无法批准任何已达成的协议。
§21.39.7τοὺς δὲ βασιλεῖς τῇ κατὰ πόδας ἥξειν διωρίζοντο, συνθησομένους καὶ πέρας ἐπιθήσοντας, εἰ καὶ Γνάιος ὁ στρατηγὸς ἔλθοι πρὸς αὐτούς.
但他们确证说,如果将军格奈乌斯本人也去见他们,国王们将在次日前来缔结条约并做出最终决定。
§21.39.8τῶν δὲ περὶ τὸν Ἄτταλον ἐπαγγειλαμένων ἥξειν τὸν Γνάιον, τότε μὲν ἐπὶ τούτοις διελύθησαν.
阿塔罗斯一行人许诺格奈乌斯将会前往,于是当时双方在这些条件下各自散去。
§21.39.9ἐποιοῦντο δὲ τὰς ὑπερθέσεις ταύτας οἱ Γαλάται καὶ διεστρατήγουν τοὺς Ῥωμαίους βουλόμενοι τῶν τε σωμάτων τινὰ τῶν ἀναγκαίων καὶ τῶν χρημάτων ὑπερθέσθαι πέραν Ἅλυος ποταμοῦ, μάλιστα δὲ τὸν στρατηγὸν τῶν Ῥωμαίων, εἰ δυνηθεῖεν, λαβεῖν ὑποχείριον· εἰ δὲ μή γε, πάντως ἀποκτεῖναι.
加拉太人之所以制造这些拖延并欺骗罗马人,是因为他们希望将部分家眷和财物运送到哈里斯河对岸,尤其是如果可能的话,企图将罗马将军生擒,若不然,也务必将其杀害。
§21.39.10ταῦτα δὲ προθέμενοι κατὰ τὴν ἐπιοῦσαν ἐκαραδόκουν τὴν παρουσίαν τῶν Ῥωμαίων, ἑτοίμους ἔχοντες ἱππεῖς εἰς χιλίους.
他们以此为目的,在次日密切注视着罗马人的到来,并准备好了大约一千名骑兵。
§21.39.11ὁ δὲ Γνάιος διακούσας τῶν περὶ τὸν Ἄτταλον καὶ πεισθεὶς ἥξειν τοὺς βασιλεῖς, ἐξῆλθεν, καθάπερ εἰώθει, μετὰ πεντακοσίων ἱππέων.
格奈乌斯听取了阿塔罗斯一行人的详细汇报,并相信国王们会来,便如往常一样,率领五百名骑兵出发了。
§21.39.12συνέβη δὲ ταῖς πρότερον ἡμέραις τοὺς ἐπὶ τὰς ξυλείας καὶ χορτολογίας ἐκπορευομένους ἐκ τοῦ τῶν Ῥωμαίων χάρακος ἐπὶ ταῦτα τὰ μέρη πεποιῆσθαι τὴν ἔξοδον, ἐφεδρείᾳ χρωμένους τοῖς ἐπὶ τὸν σύλλογον πορευομένοις ἱππεῦσιν.
在此前几天,那些从罗马营地出来收集木材和饲料的人,正好也是朝这些地区出发,并以去往会谈地点的骑兵作为掩护和预备队。
§21.39.13οὗ καὶ τότε γενομένου καὶ πολλῶν ἐξεληλυθότων, συνέταξαν οἱ χιλίαρχοι καὶ τοὺς εἰθισμένους ἐφεδρεύειν τοῖς προνομεύουσιν ἱππεῖς ἐπὶ ταῦτα τὰ μέρη ποιήσασθαι τὴν ἔξοδον.
当时也发生了同样的情况,且有许多人已经出营,因此军事护民官们下令,让那些习惯于掩护搜寻粮草者的骑兵也朝这些地区出发。
§21.39.14ὧν ἐκπορευθέντων, αὐτομάτως τὸ δέον ἐγενήθη πρὸς τὴν ἐπιφερομένην χρείαν.
随着这些人的出发,面对即将来临的危局,必要的准备在无意中自然而然地达成了。
—
—