§21.34.1ὅτι Μοαγέτης ἦν τύραννος Κιβύρας, ὠμὸς γεγονὼς καὶ δόλιος, §21.34.2καὶ οὐκ ἄξιός ἐστιν ἐκ παραδρομῆς, ἀλλὰ μετʼ ἐπιστάσεως τυχεῖν τῆς ἁρμοζούσης μνήμης.
キビュラの僭主モアゲテスは、残忍で不実な人物であったこと、そして、通りすがりにではなく、ふさわしい配慮を伴って言及されるに値する人物であるということ。
— §21.34.3πλὴν συνεγγίζοντος Γναΐου ὑπάτου Ῥωμαίων τῇ Κιβύρᾳ, καὶ τοῦ Ἑλουίου πεμφθέντος εἰς ἀπόπειραν ἐπὶ τίνος ἐστὶ γνώμης, πρεσβευτὰς ἐξέπεμψε, παρακαλῶν μὴ φθεῖραι τὴν χώραν, ὅτι φίλος ὑπάρχει Ῥωμαίων καὶ πᾶν ποιήσει τὸ παραγγελλόμενον.
— しかし、ローマの執政官グナエウスがキビュラに接近し、ヘルウィウスがどのような意図を抱いているかを探るために送られた時、彼は使節を派遣し、自分がローマ人の友であり、命じられることは何でも行うつもりであることを理由に、国を荒らさないよう懇願した。
§21.34.4καὶ ταῦτα λέγων ἅμα προύτεινε στέφανον ἀπὸ πεντεκαίδεκα ταλάντων.
そして、こう言うと同時に、15タラントンの価値のある冠を差し出した。
§21.34.5ὧν ἀκούσας αὐτὸς μὲν ἀφέξεσθαι τῆς χώρας ἔφη, πρὸς δὲ τὸν στρατηγὸν ἐκέλευσε πρεσβεύειν ὑπὲρ τῶν ὅλων·
これを聞いて、彼自身は領土を荒らすのを控えると言い、万事について将軍に使節を送るよう命じた。
ἕπεσθαι γὰρ αὐτὸν μετὰ τῆς στρατείας κατὰ πόδας.
なぜなら、将軍が軍勢を引き連れてすぐ後ろに迫っているからである。
§21.34.6γενομένου δὲ τούτου, καὶ πέμψαντος τοῦ Μοαγέτου μετὰ τῶν πρεσβευτῶν καὶ τὸν ἀδελφόν, ἀπαντήσας κατὰ πορείαν ὁ Γνάιος ἀνατατικῶς καὶ πικρῶς ὡμίλησε τοῖς πρεσβευταῖς,
これが行われ、モアゲテスが使節たちとともに弟をも送ったとき、行軍の途上で出会ったグナエウスは、威嚇的かつ辛辣な態度で使節たちに話しかけた。
§21.34.7φάσκων οὐ μόνον ἀλλοτριώτατον γεγονέναι Ῥωμαίων τὸν Μοαγέτην πάντων τῶν κατὰ τὴν Ἀσίαν δυναστῶν, ἀλλὰ καὶ κατὰ τὴν ῥώμην ὅλην εἰς καθαίρεσιν τῆς ἀρχῆς καὶ ἐπιστροφῆς εἶναι καὶ κολάσεως.
モアゲテスはアジアのすべての支配者の中で、ローマ人に最も敵対的であっただけでなく、全力をもってその支配の打倒、糾問、そして処罰に値すると主張して。
§21.34.8οἱ δὲ πρεσβευταὶ καταπλαγέντες τὴν ἐπίφασιν τῆς ὀργῆς τῶν μὲν ἄλλων ἐντολῶν ἀπέστησαν, ἠξίουν δʼ αὐτὸν εἰς λόγους ἐλθεῖν.
使節たちは彼の怒りの見せかけに驚愕し、他の交渉事項からは手を引き、彼に直接会談に応じるよう求めた。
§21.34.9συγχωρήσαντος δὲ τότε μὲν ἐπανῆλθον εἰς τὴν Κιβύραν, §21.34.10εἰς δὲ τὴν ἐπαύριον ἐξῆλθεν μετὰ τῶν φίλων ὁ τύραννος κατά τε τὴν ἐσθῆτα καὶ τὴν ἄλλην προστασίαν λιτὸς καὶ ταπεινός, ἔν τε τοῖς ἀπολογισμοῖς κατολοφυρόμενος τὴν ἀδυναμίαν τὴν αὑτοῦ καὶ τὴν ἀσθένειαν ὧν ἐπῆρχε πόλεων, καὶ πρὸς τούτοις ἠξίου προσδέξασθαι τὰ πεντεκαίδεκα τάλαντα τὸν Γνάιον·
彼がそれを承諾すると、彼らはその時はキビュラへ戻り、翌日、僭主は友人たちを伴い、衣服もその他の身なりも質素で卑屈な姿で現れ、釈明に際しては自らの無力さと自らが支配する諸都市の脆弱さを激しく嘆き、その上で、グナエウスにあの15タラントンを受け取るよう求めた。
§21.34.11ἐκράτει δὲ τῆς Κιβύρας καὶ Συλείου καὶ τῆς ἐν Λίμνῃ πόλεως.
彼はキビュラ、シュレイオン、そしてリムネの町を支配していた。
§21.34.12ὁ δὲ Γνάιος καταπλαγεὶς τὴν ἀπόνοιαν ἄλλο μὲν οὐδὲν εἶπε πρὸς αὐτόν, ἐὰν δὲ μὴ διδῷ πεντακόσια τάλαντα μετὰ μεγάλης χάριτος, οὐ τὴν χώραν ἔφη φθερεῖν, ἀλλὰ τὴν πόλιν αὐτὴν πολιορκήσειν καὶ διαρπάσειν.
しかしグナエウスは、彼の破廉恥さに驚きつつも、彼に対して他には何も言わず、もし感謝の念とともに500タラントンを支払わないならば、領土を荒らすだけでなく、都市そのものを包囲し略奪するだろうと言い放った。
§21.34.13ὅθεν ὁ Μοαγέτης κατορρωδήσας τὸ μέλλον ἐδεῖτο μηδὲν ποιῆσαι τοιοῦτον, καὶ προσετίθει κατὰ βραχὺ τῶν χρημάτων, καὶ τέλος ἔπεισε τὸν Γνάιον ἑκατὸν τάλαντα καὶ μυρίους μεδίμνους λαβόντα πυρῶν προσδέξασθαι πρὸς τὴν φιλίαν αὐτόν.
そのため、モアゲテスは迫り来る破滅に恐れおののき、そのようなことをしないでほしいと哀願し、金額を少しずつ上乗せしていき、最終的には、100タラントンと1万メディムノスの小麦を受け取ることで、自分を友好関係に受け入れるようグナエウスを説得した。
—
—