§21.35.1ὅτι κατὰ τὸν καιρὸν ἡνίκα Γνάιος διῄει τὸν Κολοβάτον προσαγορευόμενον ποταμόν, ἦλθον πρὸς αὐτὸν πρέσβεις ἐκ τῆς Ἰσίνδης προσαγορευομένης πόλεως, δεόμενοι σφίσι βοηθῆσαι·
グナエウスがコロバトスと呼ばれる川を渡っていたその時、イシンデと呼ばれる都市からの使節たちが彼のところにやって来て、自分たちを救助するよう懇願したこと。
§21.35.2τοὺς γὰρ Τερμησσεῖς, ἐπισπασαμένους Φιλόμηλον, τήν τε χώραν ἔφασαν αὑτῶν ἀνάστατον πεποιηκέναι καὶ τὴν πόλιν διηρπακέναι, νῦν τε πολιορκεῖν τὴν ἄκραν, συμπεφευγότων εἰς αὐτὴν πάντων τῶν πολιτῶν ὁμοῦ γυναιξὶ καὶ τέκνοις.
というのは、テルメッソス人がフィロメロスを引き入れて自分たちの領土を荒らし、都市を略奪し、現在は市民全員が妻や子供たちとともにそこへ逃げ込んでいる城砦を包囲している、と彼らが語ったからである。
§21.35.3ὧν διακούσας ὁ Γνάιος ἐκείνοις μὲν ὑπέσχετο βοηθήσειν μετὰ μεγάλης χάριτος, αὐτὸς δὲ νομίσας ἑρμαῖον εἶναι τὸ προσπεπτωκὸς ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τῆς Παμφυλίας.
これらを詳しく聞いたグナエウスは、彼らに対して大いなる厚意をもって救助することを約束し、彼自身はもたらされた知らせを棚ぼたであると考えて、パンピュリアの方へと行軍した。
ὁ δὲ Γνάιος συνεγγίσας τῇ Τερμησσῷ, §21.35.4πρὸς μὲν τούτους συνέθετο φιλίαν, λαβὼν πεντήκοντα τάλαντα, παραπλησίως δὲ καὶ πρὸς Ἀσπενδίους.
そしてグナエウスはテルメッソスに接近し、彼らとは50タラントンを受け取って友好関係を結び、同様にアスペンドスの人々とも友好を結んだ。
§21.35.5ἀποδεξάμενος δὲ καὶ τοὺς παρὰ τῶν ἄλλων πόλεων πρεσβευτὰς κατὰ τὴν Παμφυλίαν καὶ τὴν προειρημένην δόξαν ἐνεργασάμενος ἑκάστοις κατὰ τὰς ἐντεύξεις, ἅμα δὲ καὶ τοὺς Ἰσινδεῖς ἐξελόμενος ἐκ τῆς πολιορκίας, αὖθις ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τοὺς Γαλάτας.
さらにパンピュリアの他の諸都市からの使節たちをも受け入れ、会談を通じてそれぞれに前述の印象を植え付け、同時にまたイシンデの人々を包囲から救い出し、再びガラティア人の方へと行軍した。
—
—