§21.34.1ὅτι Μοαγέτης ἦν τύραννος Κιβύρας, ὠμὸς γεγονὼς καὶ δόλιος, §21.34.2καὶ οὐκ ἄξιός ἐστιν ἐκ παραδρομῆς, ἀλλὰ μετʼ ἐπιστάσεως τυχεῖν τῆς ἁρμοζούσης μνήμης.
关于基比拉的僭主莫阿盖特斯,他是一个残忍且奸诈的人,他不应该被顺带提及,而应获得带有适当关注的合宜记载。
— §21.34.3πλὴν συνεγγίζοντος Γναΐου ὑπάτου Ῥωμαίων τῇ Κιβύρᾳ, καὶ τοῦ Ἑλουίου πεμφθέντος εἰς ἀπόπειραν ἐπὶ τίνος ἐστὶ γνώμης, πρεσβευτὰς ἐξέπεμψε, παρακαλῶν μὴ φθεῖραι τὴν χώραν, ὅτι φίλος ὑπάρχει Ῥωμαίων καὶ πᾶν ποιήσει τὸ παραγγελλόμενον.
— 然而,当罗马执政官格奈乌斯逼近基比拉,且赫尔维乌斯被派去探察他持何种意图时,莫阿盖特斯派出了使者,恳求不要蹂躏其领土,因为他是罗马人的朋友,并且会做一切被吩咐的事。
§21.34.4καὶ ταῦτα λέγων ἅμα προύτεινε στέφανον ἀπὸ πεντεκαίδεκα ταλάντων.
在说这些话的同时,他呈上了一顶价值十五塔兰同的金冠。
§21.34.5ὧν ἀκούσας αὐτὸς μὲν ἀφέξεσθαι τῆς χώρας ἔφη, πρὸς δὲ τὸν στρατηγὸν ἐκέλευσε πρεσβεύειν ὑπὲρ τῶν ὅλων· ἕπεσθαι γὰρ αὐτὸν μετὰ τῆς στρατείας κατὰ πόδας.
听了这些话,赫尔维乌斯表示他自己将不侵扰其领土,但命令他们就全局向将军派去使团;因为将军正率领军队紧随其后。
§21.34.6γενομένου δὲ τούτου, καὶ πέμψαντος τοῦ Μοαγέτου μετὰ τῶν πρεσβευτῶν καὶ τὸν ἀδελφόν, ἀπαντήσας κατὰ πορείαν ὁ Γνάιος ἀνατατικῶς καὶ πικρῶς ὡμίλησε τοῖς πρεσβευταῖς, §21.34.7φάσκων οὐ μόνον ἀλλοτριώτατον γεγονέναι Ῥωμαίων τὸν Μοαγέτην πάντων τῶν κατὰ τὴν Ἀσίαν δυναστῶν, ἀλλὰ καὶ κατὰ τὴν ῥώμην ὅλην εἰς καθαίρεσιν τῆς ἀρχῆς καὶ ἐπιστροφῆς εἶναι καὶ κολάσεως.
此事发生后,莫阿盖特斯将他的兄弟与使者们一同派去,格奈乌斯在行军途中会见了他们,以威胁和尖刻的态度对使者们说话,声称莫阿盖特斯不仅是亚洲所有统治者中对罗马人最怀敌意的一位,而且全力以赴也应被推翻统治、受到追究和惩罚。
§21.34.8οἱ δὲ πρεσβευταὶ καταπλαγέντες τὴν ἐπίφασιν τῆς ὀργῆς τῶν μὲν ἄλλων ἐντολῶν ἀπέστησαν, ἠξίουν δʼ αὐτὸν εἰς λόγους ἐλθεῖν.
使者们被他表露出的愤怒所震慑,放弃了其他的交代,请求他进行会谈。
§21.34.9συγχωρήσαντος δὲ τότε μὲν ἐπανῆλθον εἰς τὴν Κιβύραν, §21.34.10εἰς δὲ τὴν ἐπαύριον ἐξῆλθεν μετὰ τῶν φίλων ὁ τύραννος κατά τε τὴν ἐσθῆτα καὶ τὴν ἄλλην προστασίαν λιτὸς καὶ ταπεινός, ἔν τε τοῖς ἀπολογισμοῖς κατολοφυρόμενος τὴν ἀδυναμίαν τὴν αὑτοῦ καὶ τὴν ἀσθένειαν ὧν ἐπῆρχε πόλεων, καὶ πρὸς τούτοις ἠξίου προσδέξασθαι τὰ πεντεκαίδεκα τάλαντα τὸν Γνάιον· §21.34.11ἐκράτει δὲ τῆς Κιβύρας καὶ Συλείου καὶ τῆς ἐν Λίμνῃ πόλεως.
在他同意后,他们当时回到了基比拉,第二天,僭主在朋友们的陪同下出来,其服饰和整体装束都显得简朴和卑微,在辩白中痛哭自陈其无能以及他所统治城市的软弱,此外,他还请求格奈乌斯接受那十五塔兰同;因为他统治着基比拉、叙莱翁以及林内城。
§21.34.12ὁ δὲ Γνάιος καταπλαγεὶς τὴν ἀπόνοιαν ἄλλο μὲν οὐδὲν εἶπε πρὸς αὐτόν, ἐὰν δὲ μὴ διδῷ πεντακόσια τάλαντα μετὰ μεγάλης χάριτος, οὐ τὴν χώραν ἔφη φθερεῖν, ἀλλὰ τὴν πόλιν αὐτὴν πολιορκήσειν καὶ διαρπάσειν.
但格奈乌斯对其无耻感到震惊,对他没有说别的,只称如果他不带着极大的感激交出五百塔兰同,他不仅要蹂躏其领土,还要围攻并洗劫该城本身。
§21.34.13ὅθεν ὁ Μοαγέτης κατορρωδήσας τὸ μέλλον ἐδεῖτο μηδὲν ποιῆσαι τοιοῦτον, καὶ προσετίθει κατὰ βραχὺ τῶν χρημάτων, καὶ τέλος ἔπεισε τὸν Γνάιον ἑκατὸν τάλαντα καὶ μυρίους μεδίμνους λαβόντα πυρῶν προσδέξασθαι πρὸς τὴν φιλίαν αὐτόν.
因此,莫阿盖特斯对将要发生的事感到恐惧,请求不要做这样的事,并渐渐增加款项,最终说服了格奈乌斯在接受一百塔兰同和一万麦地姆诺的小麦后,接纳他建立友好关系。
—
—