§21.34.1ὅτι Μοαγέτης ἦν τύραννος Κιβύρας, ὠμὸς γεγονὼς καὶ δόλιος, §21.34.2καὶ οὐκ ἄξιός ἐστιν ἐκ παραδρομῆς, ἀλλὰ μετʼ ἐπιστάσεως τυχεῖν τῆς ἁρμοζούσης μνήμης. — §21.34.3πλὴν συνεγγίζοντος Γναΐου ὑπάτου Ῥωμαίων τῇ Κιβύρᾳ, καὶ τοῦ Ἑλουίου πεμφθέντος εἰς ἀπόπειραν ἐπὶ τίνος ἐστὶ γνώμης, πρεσβευτὰς ἐξέπεμψε, παρακαλῶν μὴ φθεῖραι τὴν χώραν, ὅτι φίλος ὑπάρχει Ῥωμαίων καὶ πᾶν ποιήσει τὸ παραγγελλόμενον.
That Moagetes was the tyrant of Cibyra, a cruel and treacherous man, and not worthy of a passing mention, but of obtaining fitting remembrance with proper attention. — But when Gnaeus, the Roman consul, was drawing near to Cibyra, and Helvius was sent to make trial of what intention he had, Moagetes sent ambassadors, entreating him not to lay waste his territory, since he was a friend of the Romans and would do everything commanded.
§21.34.4καὶ ταῦτα λέγων ἅμα προύτεινε στέφανον ἀπὸ πεντεκαίδεκα ταλάντων.
And as he said this, he at the same time offered a crown of fifteen talents.
§21.34.5ὧν ἀκούσας αὐτὸς μὲν ἀφέξεσθαι τῆς χώρας ἔφη, πρὸς δὲ τὸν στρατηγὸν ἐκέλευσε πρεσβεύειν ὑπὲρ τῶν ὅλων· ἕπεσθαι γὰρ αὐτὸν μετὰ τῆς στρατείας κατὰ πόδας.
Having heard this, Helvius said that he himself would refrain from the territory, but ordered them to send an embassy to the general concerning the whole matter; for he was following close behind with his army.
§21.34.6γενομένου δὲ τούτου, καὶ πέμψαντος τοῦ Μοαγέτου μετὰ τῶν πρεσβευτῶν καὶ τὸν ἀδελφόν, ἀπαντήσας κατὰ πορείαν ὁ Γνάιος ἀνατατικῶς καὶ πικρῶς ὡμίλησε τοῖς πρεσβευταῖς, §21.34.7φάσκων οὐ μόνον ἀλλοτριώτατον γεγονέναι Ῥωμαίων τὸν Μοαγέτην πάντων τῶν κατὰ τὴν Ἀσίαν δυναστῶν, ἀλλὰ καὶ κατὰ τὴν ῥώμην ὅλην εἰς καθαίρεσιν τῆς ἀρχῆς καὶ ἐπιστροφῆς εἶναι καὶ κολάσεως.
When this had taken place, and Moagetes had sent his brother along with the ambassadors, Gnaeus, meeting them on the march, spoke to the ambassadors in a threatening and bitter manner, asserting that Moagetes had been not only the most hostile of all the potentates in Asia towards the Romans, but also with all force was subject to the overthrow of his power, calling to account, and punishment.
§21.34.8οἱ δὲ πρεσβευταὶ καταπλαγέντες τὴν ἐπίφασιν τῆς ὀργῆς τῶν μὲν ἄλλων ἐντολῶν ἀπέστησαν, ἠξίουν δʼ αὐτὸν εἰς λόγους ἐλθεῖν.
The ambassadors, terrified by this display of anger, desisted from their other instructions and requested him to come to a conference.
§21.34.9συγχωρήσαντος δὲ τότε μὲν ἐπανῆλθον εἰς τὴν Κιβύραν, §21.34.10εἰς δὲ τὴν ἐπαύριον ἐξῆλθεν μετὰ τῶν φίλων ὁ τύραννος κατά τε τὴν ἐσθῆτα καὶ τὴν ἄλλην προστασίαν λιτὸς καὶ ταπεινός, ἔν τε τοῖς ἀπολογισμοῖς κατολοφυρόμενος τὴν ἀδυναμίαν τὴν αὑτοῦ καὶ τὴν ἀσθένειαν ὧν ἐπῆρχε πόλεων, καὶ πρὸς τούτοις ἠξίου προσδέξασθαι τὰ πεντεκαίδεκα τάλαντα τὸν Γνάιον· §21.34.11ἐκράτει δὲ τῆς Κιβύρας καὶ Συλείου καὶ τῆς ἐν Λίμνῃ πόλεως.
When he consented, they returned for the time to Cibyra, and on the following day the tyrant came out with his friends, simple and humble in his clothing and general appearance, and in his defensive statements bitterly lamenting his own helplessness and the weakness of the cities he ruled over, and in addition to this, he requested Gnaeus to accept the fifteen talents; for he ruled over Cibyra, Syleium, and the city in Limne.
§21.34.12ὁ δὲ Γνάιος καταπλαγεὶς τὴν ἀπόνοιαν ἄλλο μὲν οὐδὲν εἶπε πρὸς αὐτόν, ἐὰν δὲ μὴ διδῷ πεντακόσια τάλαντα μετὰ μεγάλης χάριτος, οὐ τὴν χώραν ἔφη φθερεῖν, ἀλλὰ τὴν πόλιν αὐτὴν πολιορκήσειν καὶ διαρπάσειν.
But Gnaeus, astonished at his shamelessness, said nothing else to him, but declared that unless he paid five hundred talents with great gratitude, he would not only lay waste the territory but would besiege and sack the city itself.
§21.34.13ὅθεν ὁ Μοαγέτης κατορρωδήσας τὸ μέλλον ἐδεῖτο μηδὲν ποιῆσαι τοιοῦτον, καὶ προσετίθει κατὰ βραχὺ τῶν χρημάτων, καὶ τέλος ἔπεισε τὸν Γνάιον ἑκατὸν τάλαντα καὶ μυρίους μεδίμνους λαβόντα πυρῶν προσδέξασθαι πρὸς τὴν φιλίαν αὐτόν. —
Therefore, Moagetes, terrified of what was to come, begged him to do no such thing, and gradually added to the sum of money, and finally persuaded Gnaeus to receive him into friendship upon receiving a hundred talents and ten thousand medimni of wheat. —