§21.26.1ὅτι παραγενομένων πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξ ἠπείρου πρεσβευτῶν, ἐκοινολογεῖτο τούτοις περὶ τῆς ἐπὶ τοὺς Αἰτωλοὺς στρατείας.
エペイロスからの使節たちがローマの将軍のもとに到着すると、彼は彼らとアイトリア人に対する遠征について協議した。
§21.26.2τῶν δὲ πρεσβευτῶν στρατεύειν ἐπὶ τὴν Ἀμβρακίαν συμβουλευόντων — συνέβαινε γὰρ τότε πολιτεύεσθαι τοὺς Ἀμβρακιώτας μετὰ τῶν Αἰτωλῶν — §21.26.3καὶ φερόντων ἀπολογισμοὺς διότι καὶ πρὸς τὸ μάχεσθαι τοῖς στρατοπέδοις, ἐὰν εἰς τοῦτο βούλωνται συγκαταβαίνειν Αἰτωλοί, καλλίστους εἶναι τόπους συμβαίνει περὶ τὴν προειρημένην πόλιν, §21.26.4κἂν ἀποδειλιῶσιν, εὐφυῶς αὐτὴν κεῖσθαι πρὸς πολιορκίαν·
使節たちがアンブラキアへの遠征を勧告し(というのも、当時アンブラキア人はアイトリア人と共同の国制をとっていたからである)、さらに、もしアイトリア人が戦うことを望んで戦場に臨むならば、前述の都市の周辺は両軍が交戦するのに最も適した場所であるという根拠を提示し、また、もし彼らが戦いを恐れて退くとしても、その都市は包囲攻撃するのに好都合な位置にある。
καὶ γὰρ ἀφθόνους ἔχειν τὴν χώραν τὰς χορηγίας πρὸς τὰς τῶν ἔργων παρασκευάς, καὶ τὸν Ἄρατθον ποταμὸν ῥέοντα παρὰ τὴν πόλιν συνεργήσειν πρός τε τὰς τοῦ στρατοπέδου χρείας, ἅτε θέρους ὄντος καὶ πρὸς τὴν τῶν ἔργων ἀσφάλειαν·
なぜなら、その周辺地域には攻囲工事の準備に必要な資材が豊富にあり、都市の傍らを流れるアラトス川は、夏季であることもあって、軍の必要を満たすためにも攻囲工事の安全を確保するためにも役立つからである、と主張した。
δοξάντων δὲ τῶν πρεσβευτῶν καλῶς συμβουλεύειν, §21.26.5ἀναζεύξας ὁ στρατηγὸς ἦγε διὰ τῆς Ἠπείρου τὸν στρατὸν ἐπὶ τὴν Ἀμβρακίαν.
使節たちの勧告が優れていると思われたので、将軍は軍を進発させ、エペイロスを通ってアンブラキアへと軍を率いた。
§21.26.6ἀφικόμενος δέ, καὶ τῶν Αἰτωλῶν οὐ τολμώντων ἀπαντᾶν, περιῄει κατοπτεύων τὴν πόλιν καὶ ἐνήργει τὰ τῆς πολιορκίας φιλοτίμως.
到着したものの、アイトリア人たちは立ち向かってくる勇気がないようだったので、彼は都市の周囲を偵察して回り、精力的に包囲攻撃の準備を進めた。
§21.26.7καὶ οἱ μὲν ὑπὸ τῶν Αἰτωλῶν εἰς τὴν Ῥώμην ἀποσταλέντες πρέσβεις, παρατηρηθέντες ὑπὸ Σιβύρτου τοῦ Πετραίου περὶ τὴν Κεφαλληνίαν, κατήχθησαν εἰς Χάραδρον.
一方、アイトリア人によってローマへと派遣された使節たちは、ペトラのシビュルタスによってケファレニア近海で拿捕され、カラドロスへと連行された。
§21.26.8τοῖς δʼ Ἠπειρώταις ἔδοξεν τὰς μὲν ἀρχὰς εἰς Βούχετον ἀποθέσθαι καὶ φυλάττειν ἐπιμελῶς τοὺς ἄνδρας·
エペイロス人たちは、差し当たり彼らをブケトンに収容して厳重に監視することを決定した。
μετὰ δέ τινας ἡμέρας ἀπῄτουν αὐτοὺς λύτρα διὰ τὸ πόλεμον ὑπάρχειν σφίσιν πρὸς τοὺς Αἰτωλούς.
しかし数日後、彼らはアイトリア人との間に戦争が起きていることを理由に、使節たちに身代金を要求した。
§21.26.9συνέβαινε δὲ τὸν μὲν Ἀλέξανδρον πλουσιώτατον εἶναι πάντων τῶν Ἑλλήνων, τοὺς δὲ λοιποὺς οὐ καθυστερεῖν τοῖς βίοις, πολὺ δὲ λείπεσθαι τοῦ προειρημένου ταῖς οὐσίαις.
ところが、アレクサンドロスは全ギリシア人の中で最も裕福な人物であり、他の者たちも決して生活に困窮してはいなかったものの、財産の点では前述の者(アレクサンドロス)に遥かに及ばなかった。
§21.26.10καὶ τὸ μὲν πρῶτον ἐκέλευον ἕκαστον ἀποδοῦναι πέντε τάλαντα.
そこで最初、エペイロス人たちは一人につき五タラントンを支払うよう命じた。
τοῦτο δὲ τοῖς μὲν ἄλλοις οὐδʼ ὅλως ἀπήρεσκεν, ἀλλʼ ἐβούλοντο, περὶ πλείστου ποιούμενοι τὴν σφῶν αὐτῶν σωτηρίαν·
他の者たちはこれを全く不満とせず、自分たちの救済を最も重視して、支払うことを望んだ。
§21.26.11ὁ δʼ Ἀλέξανδρος οὐκ ἂν ἔφη συγχωρῆσαι, πολὺ γὰρ εἶναι τἀργύριον [φαίνεται], καὶ τὰς νύκτας διαγρυπνῶν διωλοφύρετο πρὸς αὑτόν, εἰ δεήσει πέντε τάλαντα καταβάλλειν.
しかし、アレクサンドロスは同意しようとはせず、その金額はあまりに多すぎると言い、夜な夜な眠れずに、もし五タラントンを支払わねばならないとしたらどうしよう、と独りで嘆いていた。
§21.26.12οἱ δʼ Ἠπειρῶται προορώμενοι τὸ μέλλον καὶ διαγωνιῶντες μὴ γνόντες οἱ Ῥωμαῖοι διότι πρεσβεύοντας πρὸς αὐτοὺς κατεσχήκασι, κἄπειτα γράψαντες παρακαλῶσι καὶ κελεύωσιν ἀπολύειν τοὺς ἄνδρας, συγκαταβάντες τρία τάλαντα πάλιν ἀπῄτουν ἕκαστον.
エペイロス人たちは先行きを見通し、また、ローマ人が自分たちのところに派遣される使節を拘束したことを知れば、その後に手紙を書いて彼らを釈放するよう要求し命令してくるのではないかとひどく心配したため、要求を下げて、再び一人につき三タラントンを要求した。
§21.26.13ἀσμένως δὲ τῶν ἄλλων προσδεξαμένων, οὗτοι μὲν διεγγυηθέντες ἐπανῆλθον, ὁ δʼ Ἀλέξανδρος οὐκ ἂν ἔφη δοῦναι πλεῖον ταλάντου·
他の者たちが喜んでこれを受け入れると、彼らは保証人を立てて帰還した。 しかし、アレクサンドロスは一タラントンより多くは支払わないと言い張った。
καὶ γὰρ τοῦτʼ εἶναι πολύ.
これでも多すぎるというのである。
§21.26.14καὶ τέλος ἀπογνοὺς αὑτὸν ἔμεινεν ἐν τῇ φυλακῇ, πρεσβύτερος ἄνθρωπος, πλειόνων ἢ διακοσίων ταλάντων ἔχων οὐσίαν·
そして最後には諦めて監禁されたままとなった。 彼は二百タラントン以上の財産を持つ高齢の身でありながらそうしたのである。
καί μοι δοκεῖ κἂν ἐκλιπεῖν τὸν βίον ἐφʼ ᾧ μὴ δοῦναι τὰ τρία τάλαντα.
彼は三タラントンを支払わないためなら、命を落としても構わないと思っていたのではないかと私には思われる。
§21.26.15τοσαύτη τις ἐνίοις πρὸς τὸ πλεῖον ὁρμὴ παρίσταται καὶ προθυμία.
それほどまでに、より多くのものを得ようとする衝動と熱望が、ある種の人々に宿るのである。
§21.26.16τότε δʼ ἐκείνῳ καὶ ταὐτόματον συνήργησεν πρὸς τὴν φιλαργυρίαν, ὥστε παρὰ πᾶσιν ἐπαίνου καὶ συγκαταθέσεως τυχεῖν τὴν ἀλογιστίαν αὐτοῦ διὰ τὴν περιπέτειαν·
しかしその時、彼にとっては偶然さえもその金銭欲に味方した。 そのため、その後に起きた顛末によって、彼の無分別な行動が万人の称賛と同意を得ることになったのである。
§21.26.17μετὰ γὰρ ὀλίγας ἡμέρας γραμμάτων παραγενηθέντων ἐκ τῆς Ῥώμης περὶ τῆς ἀφέσεως, αὐτὸς μόνος ἀπελύθη χωρὶς λύτρων.
すなわち、数日後にローマから釈放に関する書状が届くと、彼だけが身代金なしで単独で釈放されたのである。
§21.26.18οἱ δʼ Αἰτωλοί, γνόντες τὴν αὐτοῦ περιπέτειαν, Δαμοτέλη προεχειρίσαντο πάλιν εἰς τὴν Ῥώμην πρεσβευτήν.
アイトリア人たちは、彼のこの一連の顛末を知ると、再びダモテレスをローマへの使節に選出した。
§21.26.19ὃς ἐκπλεύσας μέχρι τῆς Λευκάδος καὶ γνοὺς προάγοντα διὰ τῆς Ἠπείρου μετὰ τῶν δυνάμεων Μάρκον ἐπὶ τὴν Ἀμβρακίαν, ἀπογνοὺς τὴν πρεσβείαν αὖθις ἀνεχώρησεν εἰς τὴν Αἰτωλίαν. —
ダモテレスはレウカスまで航海したが、マルクスが軍勢を率いてエペイロスを通りアンブラキアへと進軍していることを知ると、使節としての使命を諦め、再びアイトリアへと引き返した。