§21.27.1Αἰτωλοὶ ὑπὸ τοῦ τῶν Ῥωμαίων ὑπάτου Μάρκου πολιορκούμενοι τῇ προσβολῇ τῶν μηχανημάτων καὶ τῶν κριῶν γενναίως ἀντιπαρετάξαντο.
アイトリア人たちは、ローマの執政官マルクスによって包囲され、兵器や破城槌による攻撃に対して、勇敢に抗戦した。
§21.27.2οὗτος γὰρ ἀσφαλισάμενος τὰ κατὰ τὰς στρατοπεδείας συνίστατο μεγαλομερῶς τὴν πολιορκίαν καὶ τρία μὲν ἔργα κατὰ τὸ Πύρρειον προσῆγεν διὰ τῶν ἐπιπέδων [τόπων], διεστῶτα μὲν ἀπʼ ἀλλήλων, παράλληλα δέ, τέταρτον δὲ κατὰ τὸ Ἀσκληπιεῖον, πέμπτον δὲ κατὰ τὴν ἀκρόπολιν.
というのも、彼は宿営地周辺の安全を確保すると、大規模に包囲攻撃を組織し、平坦な土地を通ってピュリオンの方へ、互いに離れつつも平行に並ぶ三つの攻囲施設を進め、四つ目はアスクレピエイオンの方へ、五つ目はアクロポリスの方へと進めたからである。
§21.27.3γινομένης δὲ τῆς προσαγωγῆς ἐνεργοῦ κατὰ πάντας ἅμα τοὺς τόπους, ἐκπληκτικὴν συνέβαινε γίνεσθαι τοῖς ἔνδον τὴν τοῦ μέλλοντος προσδοκίαν.
これらの接近が、これらすべての場所で同時に精力的に行われたため、城内の人々にとって、これから起こることへの予期は恐怖に満ちたものとなった。
§21.27.4τῶν δὲ κριῶν τυπτόντων ἐνεργῶς τὰ τείχη, καὶ τῶν δορυδρεπάνων ἀποσυρόντων τὰς ἐπάλξεις, ἐπειρῶντο μὲν οἱ κατὰ τὴν πόλιν ἀντιμηχανᾶσθαι πρὸς ταῦτα, τοῖς μὲν κριοῖς διὰ κεραιῶν ἐνιέντες σηκώματα μολιβδᾶ καὶ λίθους καὶ στύπη δρύινα·
破城槌が激しく壁を叩き、槍鎌が胸壁を削り取る中、市内の人々はこれらに対して対抗手段を講じようとし、破城槌に対しては、クレーンを用いて鉛の重りや石、樫の丸太を落とした。
§21.27.5τοῖς δὲ δρεπάνοις σιδηρᾶς περιτιθέντες ἀγκύρας καὶ κατασπῶντες ταῦτʼ ἔσω τοῦ τείχους, ὥστʼ ἐπὶ τὴν ἔπαλξιν συντριβέντος τοῦ δόρατος ἐγκρατεῖς γίνεσθαι τῶν δρεπάνων.
また鎌に対しては、鉄の錨を引っ掛けてそれらを壁の内側へと引きずり込み、その結果、胸壁に当たって柄が折れることで鎌を分捕ることができるようにした。
§21.27.6τὸ δὲ πλεῖον ἐπεξιόντες ἐμάχοντο γενναίως, ποτὲ μὲν ἐπιτιθέμενοι νύκτωρ τοῖς ἐπικοιτοῦσιν ἐπὶ τῶν ἔργων, ποτὲ δὲ τοῖς ἐφημερεύουσι μεθʼ ἡμέραν προφανῶς ἐγχειροῦντες, καὶ τριβὴν ἐνεποίουν τῇ πολιορκίᾳ. —
しかし、何よりも彼らは出撃して勇敢に戦い、ある時は夜間に攻囲施設で就寝している者たちを襲い、またある時は昼間に昼間警備の任務についている者たちに公然と攻撃を仕掛け、包囲戦を引き延ばさせた。
§21.27.7τοῦ γὰρ Νικάνδρου ἐκτὸς ἀναστρεφομένου καὶ πέμψαντος πεντακοσίους ἱππεῖς εἰς τὴν πόλιν, οἳ καὶ παραβιασάμενοι τὸν μεταξὺ χάρακα τῶν πολεμίων εἰσέφρησαν εἰς τὴν πόλιν, §21.27.8παραγγείλας, καθʼ ἣν ἐτάξαντο ἡμέραν, αὐτοὺς μὲν ἐξελθόντας ποιήσασθαι, συνεπιλαβέσθαι δὲ αὐτὸν τούτοις τοῦ κινδύνου.
(城の)外で行動していたニカンドロスが、五百人の騎兵を市内へと派遣し、彼らが敵の防塁を強行突破して市内へと侵入すると、彼は、彼らが取り決めたその日に、彼ら自身が出撃を行うこと、そして彼自身も彼らとともにその危険に加わることを指令したからである。
§21.27.9αὐτῶν μὲν εὐψύχως τῆς πόλεως ἐξορμησάντων καὶ γενναίως ἀγωνισαμένων, τοῦ δὲ Νικάνδρου καθυστερήσαντος, εἴτε καταπλαγέντος τὸν κίνδυνον εἴτε καὶ ἀναγκαῖα νομίσαντος τὰ ἐν οἷς διέτριβε πράγμασιν, ἡττήθησαν τῆς ἐπιβολῆς. —
彼ら自身は勇猛に都市から打って出て勇敢に戦ったものの、ニカンドロスが遅れたため(彼が危険に恐れをなしたためであれ、従事していた用件を不可避なものとみなしたためであれ)、彼らはその試みにおいて敗北した。