Humanitext Reader

波利比奥斯 · 历史 §21.26.1-21.26.19

进军安布拉基亚与埃托利亚使节被捕

第 986 段,共 1311 段 · 希腊语

内容简介

在伊庇鲁斯使节的建议下,罗马将军率军围攻安布拉基亚。与此同时,埃托利亚派往罗马的使节被伊庇鲁斯人拦截并索要赎金,但家财万贯却极其吝啬的亚历山大拒绝支付,最终因局势奇妙转变而获得免费释放。

§21.26.1ὅτι παραγενομένων πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξ ἠπείρου πρεσβευτῶν, ἐκοινολογεῖτο τούτοις περὶ τῆς ἐπὶ τοὺς Αἰτωλοὺς στρατείας.
当来自伊庇鲁斯的使节们抵达罗马将军那里时,他与他们商讨了针对埃托利亚人的军事行动。
§21.26.2τῶν δὲ πρεσβευτῶν στρατεύειν ἐπὶ τὴν Ἀμβρακίαν συμβουλευόντων — συνέβαινε γὰρ τότε πολιτεύεσθαι τοὺς Ἀμβρακιώτας μετὰ τῶν Αἰτωλῶν — §21.26.3καὶ φερόντων ἀπολογισμοὺς διότι καὶ πρὸς τὸ μάχεσθαι τοῖς στρατοπέδοις, ἐὰν εἰς τοῦτο βούλωνται συγκαταβαίνειν Αἰτωλοί, καλλίστους εἶναι τόπους συμβαίνει περὶ τὴν προειρημένην πόλιν, §21.26.4κἂν ἀποδειλιῶσιν, εὐφυῶς αὐτὴν κεῖσθαι πρὸς πολιορκίαν· καὶ γὰρ ἀφθόνους ἔχειν τὴν χώραν τὰς χορηγίας πρὸς τὰς τῶν ἔργων παρασκευάς, καὶ τὸν Ἄρατθον ποταμὸν ῥέοντα παρὰ τὴν πόλιν συνεργήσειν πρός τε τὰς τοῦ στρατοπέδου χρείας, ἅτε θέρους ὄντος καὶ πρὸς τὴν τῶν ἔργων ἀσφάλειαν·
使节们建议向安布拉基亚进军——因为当时安布拉基亚人正与埃托利亚人共同参政—— 并提出论据称,如果埃托利亚人愿意就此与他们决战,上述城市周边的地区就是最适合两军交战的地方,而即使他们胆怯退缩,该市也处于便于围攻的有利地理位置;因为该地区拥有丰富的物资可用于筹备围城工事,且流经该市的阿拉托斯川,又恰逢夏季,既能满足军队的需要,也有利于确保工事的安全。
δοξάντων δὲ τῶν πρεσβευτῶν καλῶς συμβουλεύειν, §21.26.5ἀναζεύξας ὁ στρατηγὸς ἦγε διὰ τῆς Ἠπείρου τὸν στρατὸν ἐπὶ τὴν Ἀμβρακίαν.
由于使节们的建议显得十分得当,将军便拔营启程,率领军队穿过伊庇鲁斯,向安布拉基亚进发。
§21.26.6ἀφικόμενος δέ, καὶ τῶν Αἰτωλῶν οὐ τολμώντων ἀπαντᾶν, περιῄει κατοπτεύων τὴν πόλιν καὶ ἐνήργει τὰ τῆς πολιορκίας φιλοτίμως.
抵达后,由于埃托利亚人不敢迎战,他便绕着城市进行侦察,并积极地展开了围城行动。
§21.26.7καὶ οἱ μὲν ὑπὸ τῶν Αἰτωλῶν εἰς τὴν Ῥώμην ἀποσταλέντες πρέσβεις, παρατηρηθέντες ὑπὸ Σιβύρτου τοῦ Πετραίου περὶ τὴν Κεφαλληνίαν, κατήχθησαν εἰς Χάραδρον.
与此同时,被埃托利亚人派往罗马的使节们,在凯法莱尼亚附近被佩特拉的西比尔塔斯拦截,并被押送至哈拉德罗斯。
§21.26.8τοῖς δʼ Ἠπειρώταις ἔδοξεν τὰς μὲν ἀρχὰς εἰς Βούχετον ἀποθέσθαι καὶ φυλάττειν ἐπιμελῶς τοὺς ἄνδρας· μετὰ δέ τινας ἡμέρας ἀπῄτουν αὐτοὺς λύτρα διὰ τὸ πόλεμον ὑπάρχειν σφίσιν πρὸς τοὺς Αἰτωλούς.
伊庇鲁斯人决定起初将他们安置在布凯托斯并严加看管;但几天后,因为他们与埃托利亚人之间存在战争状态,便向他们索要赎金。
§21.26.9συνέβαινε δὲ τὸν μὲν Ἀλέξανδρον πλουσιώτατον εἶναι πάντων τῶν Ἑλλήνων, τοὺς δὲ λοιποὺς οὐ καθυστερεῖν τοῖς βίοις, πολὺ δὲ λείπεσθαι τοῦ προειρημένου ταῖς οὐσίαις.
此时,亚历山大是所有希腊人中最富有的人,而其他人虽然资产也不算匮乏,但在财富上却远逊于上述之人。
§21.26.10καὶ τὸ μὲν πρῶτον ἐκέλευον ἕκαστον ἀποδοῦναι πέντε τάλαντα.
起初,他们要求每人支付五塔兰同。
τοῦτο δὲ τοῖς μὲν ἄλλοις οὐδʼ ὅλως ἀπήρεσκεν, ἀλλʼ ἐβούλοντο, περὶ πλείστου ποιούμενοι τὴν σφῶν αὐτῶν σωτηρίαν· §21.26.11ὁ δʼ Ἀλέξανδρος οὐκ ἂν ἔφη συγχωρῆσαι, πολὺ γὰρ εἶναι τἀργύριον [φαίνεται], καὶ τὰς νύκτας διαγρυπνῶν διωλοφύρετο πρὸς αὑτόν, εἰ δεήσει πέντε τάλαντα καταβάλλειν.
其他人对此毫无异议,而是愿意支付,将他们自身的安全放在第一位;但亚历山大说他绝不同意,声声称这笔钱实在太多,夜里失眠时,他便独自悲叹,想到可能要支付五塔兰同就痛苦不堪。
§21.26.12οἱ δʼ Ἠπειρῶται προορώμενοι τὸ μέλλον καὶ διαγωνιῶντες μὴ γνόντες οἱ Ῥωμαῖοι διότι πρεσβεύοντας πρὸς αὐτοὺς κατεσχήκασι, κἄπειτα γράψαντες παρακαλῶσι καὶ κελεύωσιν ἀπολύειν τοὺς ἄνδρας, συγκαταβάντες τρία τάλαντα πάλιν ἀπῄτουν ἕκαστον.
伊庇鲁斯人预见到未来的后果,并极为忧虑,担心罗马人如果得知自己扣留了前往罗马的使节,随后会写信请求并命令他们释放这些人,于是他们做出妥协,再次要求每人支付三塔兰同。
§21.26.13ἀσμένως δὲ τῶν ἄλλων προσδεξαμένων, οὗτοι μὲν διεγγυηθέντες ἐπανῆλθον, ὁ δʼ Ἀλέξανδρος οὐκ ἂν ἔφη δοῦναι πλεῖον ταλάντου· καὶ γὰρ τοῦτʼ εἶναι πολύ.
其他人欣然接受,并在提供担保后返回;但亚历山大说他绝不会支付超过一塔兰同,因为他说甚至这也太多了。
§21.26.14καὶ τέλος ἀπογνοὺς αὑτὸν ἔμεινεν ἐν τῇ φυλακῇ, πρεσβύτερος ἄνθρωπος, πλειόνων ἢ διακοσίων ταλάντων ἔχων οὐσίαν· καί μοι δοκεῖ κἂν ἐκλιπεῖν τὸν βίον ἐφʼ ᾧ μὴ δοῦναι τὰ τρία τάλαντα.
最后,他放弃了希望,留在了监禁中。 他是一个年迈之人,拥有超过两百塔兰同的财产;在我看来,他甚至宁愿离开人世,也不愿支付这三塔兰同。
§21.26.15τοσαύτη τις ἐνίοις πρὸς τὸ πλεῖον ὁρμὴ παρίσταται καὶ προθυμία.
某些人对获取更多财富的冲动和渴望竟然如此强烈。
§21.26.16τότε δʼ ἐκείνῳ καὶ ταὐτόματον συνήργησεν πρὸς τὴν φιλαργυρίαν, ὥστε παρὰ πᾶσιν ἐπαίνου καὶ συγκαταθέσεως τυχεῖν τὴν ἀλογιστίαν αὐτοῦ διὰ τὴν περιπέτειαν· §21.26.17μετὰ γὰρ ὀλίγας ἡμέρας γραμμάτων παραγενηθέντων ἐκ τῆς Ῥώμης περὶ τῆς ἀφέσεως, αὐτὸς μόνος ἀπελύθη χωρὶς λύτρων.
然而在当时,甚至连命运的巧合也迎合了他的贪财,以至于由于境遇的奇妙转变,他那不可理喻的行为竟然得到了所有人的赞许和认可;因为过了几天,当从罗马寄来关于释放他们的信件到达时,唯独他一人在没有支付赎金的情况下被释放了。
§21.26.18οἱ δʼ Αἰτωλοί, γνόντες τὴν αὐτοῦ περιπέτειαν, Δαμοτέλη προεχειρίσαντο πάλιν εἰς τὴν Ῥώμην πρεσβευτήν.
埃托利亚人得知他的这番奇遇后,再次推选达莫特莱斯为前往罗马的使节。
§21.26.19ὃς ἐκπλεύσας μέχρι τῆς Λευκάδος καὶ γνοὺς προάγοντα διὰ τῆς Ἠπείρου μετὰ τῶν δυνάμεων Μάρκον ἐπὶ τὴν Ἀμβρακίαν, ἀπογνοὺς τὴν πρεσβείαν αὖθις ἀνεχώρησεν εἰς τὴν Αἰτωλίαν. —
达莫特莱斯航行到莱乌卡斯,并得知马尔库斯正率领军队穿过伊庇鲁斯向安布拉基亚进军,于是对使团使命感到绝望,再次返回了埃托利亚。

词汇与语法注释

  1. 21.26.3διότι καὶ πρὸς τὸ μάχεσθαι — 此处的 διότι 并非表示原因(因为),而是起名词性作用,引导前文 ἀπολογισμούς(论据、理由)的具体内容,与 ὅ提 同义。
  2. 21.26.11οὐκ ἂν ἔφη συγχωρῆσαι — 否定词 οὐκ 虽然在修饰 ἔφη,但在语义上与 ἂν 及不定式 συγχωρῆσαι 结合,表示某种潜在的拒绝或强烈的意志性否定(即“他说他决不会同意”)。
  3. 21.26.12διαγωνιῶντες μὴ γνόντες ... κἄπειτα γράψαντες ... παρακαλῶσι καὶ κελεύωσιν — 由表示担忧、恐惧的分词 διαγωνιῶντες(极为忧虑)引导,用 μὴ + 虚拟语气(παρακαλῶσι 和 κελεύωσιν)表示对某种令人担忧之后果的设想。分词 γνόντες 与 γράψαντες 则表示在虚拟语气动作之前发生的相关动作。
  4. 21.26.14κἂν ἐκλιπεῖν τὸν βίον ἐφʼ ᾧ μὴ δοῦναι — κἂν 是 καὶ ἂν 的合音,此处修饰不定式 ἐκλιπεῖν,表示某种潜在的结论(对应于省略的条件从句)。而 ἐφʼ ᾧ 搭配不定式(ἐφʼ ᾧ μὴ δοῦναι)是表示条件(“以不支付为条件”)的惯用句式。

引用这一段

波利比奥斯, 历史 §21.26.1-21.26.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.26.1-21.26.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。