§21.24.1ἐπὶ δὲ τούτοις εἰσήγαγον τοὺς παρʼ Ἀντιόχου πρεσβευτὰς Ἀντίπατρον καὶ Ζεῦξιν.
これらに続いて、彼らはアンティオコスからの使節であるアンティパトロスとゼウクシスを招き入れた。
§21.24.2ὧν μετʼ ἀξιώσεως καὶ παρακλήσεως ποιησαμένων τοὺς λόγους, εὐδόκησαν ταῖς γεγενημέναις ὁμολογίαις πρὸς τοὺς περὶ τὸν Σκιπίωνα κατὰ τὴν Ἀσίαν,
彼らが威厳と哀願を交えて演説を行うと、元老院はアジアにおいてスキピオらとの間で結ばれた合意を承認した。
§21.24.3καὶ μετά τινας ἡμέρας τοῦ δήμου συνεπικυρώσαντος ἔτεμον ὅρκια περὶ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον.
そして数日後、民衆がこれを承認すると、これらについてアンティパトロスらと誓約を交わした。
§21.24.4μετὰ δὲ ταῦτα καὶ τοὺς ἄλλους εἰσῆγον, ὅσοι παρῆσαν ἀπὸ τῆς Ἀσίας πρεσβεύοντες·
この後、アジアから使節として参じていた他の人々も招き入れた。
ὧν ἐπὶ βραχὺ μὲν διήκουσαν, ἅπασιν δὲ τὴν αὐτὴν ἔδωκαν ἀπόκρισιν.
彼らの言うことを少しの間聴取したが、全員に同じ回答を与えた。
§21.24.5αὕτη δʼ ἦν ὅτι δέκα πρεσβεύοντας ἐξαποστελοῦσι τοὺς ὑπὲρ ἁπάντων τῶν ἀμφισβητουμένων ταῖς πόλεσι διαγνωσομένους.
その回答とは、都市たちの間で争われているすべての事項について決定を下すために、十名の使節を派遣するというものであった。
§21.24.6δόντες δὲ ταύτας τὰς ἀποκρίσεις μετὰ ταῦτα κατέστησαν δέκα πρεσβευτάς, οἷς περὶ μὲν τῶν κατὰ μέρος ἔδωκαν τὴν ἐπιτροπήν,
これらの回答を与えた後、彼らは十名の使節を任命し、個別的な事項については彼らに全権を委ねた。
§21.24.7περὶ δὲ τῶν ὅλων αὐτοὶ διέλαβον ὅτι δεῖ τῶν ἐπὶ τάδε τοῦ Ταύρου κατοικούντων, ὅσοι μὲν ὑπʼ Ἀντίοχον ἐτάττοντο, τούτους Εὐμένει δοθῆναι πλὴν Λυκίαν καὶ Καρίας τὰ μέχρι τοῦ Μαιάνδρου ποταμοῦ, ταῦτα δὲ Ῥοδίων ὑπάρχειν,
しかし、全体的な方針については自分たちで決定した。 すなわち、タウロス山脈のこちら側に住む者のうち、アンティオコスの支配下にあった者は、リュキアとマイアンドロス川にいたるまでのカリアの一部を除き、エウメネスに与えられるべきであり、これら除外された地域はロードス人の領有となるべきである、ということである。
§21.24.8τῶν δὲ πόλεων τῶν Ἑλληνίδων ὅσαι μὲν Ἀττάλῳ φόρον ὑπετέλουν, ταύτας τὸν αὐτὸν Εὐμένει τελεῖν, ὅσαι δʼ Ἀντιόχῳ, μόνον ταύταις ἀφεῖσθαι τὸν φόρον.
またギリシアの都市のうち、アッタロスに貢納金を支払っていたものは、エウメネスに同額を支払うこと、アンティオコスに支払っていたものは、これらの都市にのみ貢納金を免除することとした。
§21.24.9δόντες δὲ τοὺς τύπους τούτους ὑπὲρ τῆς ὅλης διοικήσεως, ἐξέπεμπον τοὺς δέκα πρὸς Γνάιον τὸν ὕπατον εἰς τὴν Ἀσίαν.
全体的な管理運営についてこのような大綱を定めた後、彼らはその十名の使節をアジアにいる執政官グナエウスのもとへ派遣した。
§21.24.10ἤδη δὲ τούτων διῳκημένων, προσῆλθον αὖθις οἱ Ῥόδιοι πρὸς τὴν σύγκλητον, ἀξιοῦντες περὶ Σόλων τῶν Κιλικίων·
これらのことがすでに処理されたとき、ロードス人たちが再び元老院のもとにやって来て、キリキアのソロイについて要求した。
διὰ γὰρ τὴν συγγένειαν ἔφασαν καθήκειν αὑτοῖς προνοεῖσθαι τῆς πόλεως ταύτης.
なぜなら、血縁関係のゆえに、この都市に配慮することが自分たちの義務であると主張したからである。
§21.24.11εἶναι γὰρ Ἀργείων ἀποίκους Σολεῖς, καθάπερ καὶ Ῥοδίους· ἐξ ὧν ἀδελφικὴν οὖσαν ἀπεδείκνυον τὴν συγγένειαν πρὸς ἀλλήλους.
すなわち、ロードス人と同様に、ソロイの人々もアルゴス人の植民者であり、このことから彼らは、互いの血縁関係が兄弟のようなものであると証明したのである。
§21.24.12ὧν ἕνεκα δίκαιον ἔφασαν εἶναι τυχεῖν αὐτοὺς τῆς ἐλευθερίας ὑπὸ Ῥωμαίων διὰ τῆς Ῥοδίων χάριτος.
それゆえ、彼らは、ロードス人の引き立てによって、ソロイの人々がローマ人から自由を与えられることが正当であると主張した。
§21.24.13ἡ δὲ σύγκλητος διακούσασα περὶ τούτων εἰσεκαλέσατο τοὺς παρʼ Ἀντιόχου πρεσβευτάς, καὶ τὸ μὲν πρῶτον ἐπέταττε πάσης Κιλικίας ἐκχωρεῖν τὸν Ἀντίοχον·
元老院はこれについて詳しく聞き届けると、アンティオコスからの使節たちを招き入れ、最初は、アンティオコスがキリキア全土から撤退することを命じた。
οὐ προσδεχομένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον διὰ τὸ παρὰ τὰς συνθήκας εἶναι, πάλιν ὑπὲρ αὐτῶν Σόλων ἐποιοῦντο τὸν λόγον.
しかし、アンティパトロスらが、それが条約に反することであるとして受け入れなかったので、元老院は再びソロイについて彼らと交渉を行った。
§21.24.14φιλοτίμως δὲ πρὸς τοῦτο διερειδομένων τῶν πρεσβευτῶν, τούτους μὲν ἀπέλυσαν, τοὺς δὲ Ῥοδίους εἰσκαλεσάμενοι διεσάφουν τὰ συναντώμενα παρὰ τῶν περὶ τὸν Ἀντίπατρον καὶ προσεπέλεγον ὅτι πᾶν ὑπομενοῦσιν, εἰ πάντως τοῦτο κέκριται Ῥοδίοις.
しかし、使節たちがこれに対して頑強に抵抗したため、彼らを退出させ、ロードス人たちを招き入れて、アンティパトロスらから示された反対意見を説明した。 そして、もしどうしてもこれがロードス人の望みであるならば、自分たちはあらゆる事態を辞さないつもりである、と付け加えた。
§21.24.15τῶν δὲ πρεσβευτῶν εὐδοκουμένων τῇ φιλοτιμίᾳ τῆς συγκλήτου καὶ φασκόντων οὐδὲν ἔτι πέρα ζητεῖν, ταῦτα μὲν ἐπὶ τῶν ὑποκειμένων ἔμεινεν.
しかし、使節たちが元老院の熱意に感謝し、これ以上は何も求めないと言うと、これらの事柄は元の提案のままにとどまった。
§21.24.16ἤδη δὲ πρὸς ἀναζυγὴν τῶν δέκα καὶ τῶν ἄλλων πρεσβευτῶν ὄντων, κατέπλευσαν τῆς Ἰταλίας εἰς Βρεντέσιον οἵ τε περὶ τὸν Σκιπίωνα καὶ Λεύκιον οἱ τῇ ναυμαχίᾳ νικήσαντες τὸν Ἀντίοχον·
十名の使節およびその他の使節が出発しようとしていたとき、スキピオらと、海戦でアンティオコスを破ったルキウスらがイタリアのブレンテシオンに入港した。
§21.24.17οἳ καὶ μετά τινας ἡμέρας εἰσελθόντες εἰς τὴν Ῥώμην ἦγον θριάμβους.
彼らは数日後にローマに入城し、凱旋式を挙行した。