§21.24.1ἐπὶ δὲ τούτοις εἰσήγαγον τοὺς παρʼ Ἀντιόχου πρεσβευτὰς Ἀντίπατρον καὶ Ζεῦξιν.
随后,他们召见了来自安条克的使节安提帕特和宙克西斯。
§21.24.2ὧν μετʼ ἀξιώσεως καὶ παρακλήσεως ποιησαμένων τοὺς λόγους, εὐδόκησαν ταῖς γεγενημέναις ὁμολογίαις πρὸς τοὺς περὶ τὸν Σκιπίωνα κατὰ τὴν Ἀσίαν,
在这些人带着威严与哀求发表了演讲后,元老院赞同了在亚洲与西庇阿及其同僚达成的协议。
§21.24.3καὶ μετά τινας ἡμέρας τοῦ δήμου συνεπικυρώσαντος ἔτεμον ὅρκια περὶ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον.
几天后,在民众也予以批准之后,他们与安提帕特一行人就这些条款举行了盟誓。
§21.24.4μετὰ δὲ ταῦτα καὶ τοὺς ἄλλους εἰσῆγον, ὅσοι παρῆσαν ἀπὸ τῆς Ἀσίας πρεσβεύοντες·
在此之后,他们也召见了其他来自亚洲的使节。
ὧν ἐπὶ βραχὺ μὲν διήκουσαν, ἅπασιν δὲ τὴν αὐτὴν ἔδωκαν ἀπόκρισιν.
他们简短地听取了这些人的陈述,但给所有人的回答都是相同的。
§21.24.5αὕτη δʼ ἦν ὅτι δέκα πρεσβεύοντας ἐξαποστελοῦσι τοὺς ὑπὲρ ἁπάντων τῶν ἀμφισβητουμένων ταῖς πόλεσι διαγνωσομένους.
该回答是,他们将派遣十名使节,去裁决各城市之间所有存在争议的事项。
§21.24.6δόντες δὲ ταύτας τὰς ἀποκρίσεις μετὰ ταῦτα κατέστησαν δέκα πρεσβευτάς, οἷς περὶ μὲν τῶν κατὰ μέρος ἔδωκαν τὴν ἐπιτροπήν, §21.24.7περὶ δὲ τῶν ὅλων αὐτοὶ διέλαβον ὅτι δεῖ τῶν ἐπὶ τάδε τοῦ Ταύρου κατοικούντων, ὅσοι μὲν ὑπʼ Ἀντίοχον ἐτάττοντο, τούτους Εὐμένει δοθῆναι πλὴν Λυκίαν καὶ Καρίας τὰ μέχρι τοῦ Μαιάνδρου ποταμοῦ, ταῦτα δὲ Ῥοδίων ὑπάρχειν, §21.24.8τῶν δὲ πόλεων τῶν Ἑλληνίδων ὅσαι μὲν Ἀττάλῳ φόρον ὑπετέλουν, ταύτας τὸν αὐτὸν Εὐμένει τελεῖν, ὅσαι δʼ Ἀντιόχῳ, μόνον ταύταις ἀφεῖσθαι τὸν φόρον.
在给予了这些答复之后,他们随后任命了十名使节,将具体细节的处理全权委托给他们,至于全局的处理,则由他们自己决定:在托罗斯山脉以西的居民中,凡属安条克统治下的,除吕基亚以及卡里亚直至迈安德罗斯河的地区外,都应划归欧墨奈斯,而这些被排除的地区则归罗得斯人所有;而在希腊城市中,凡过去向阿塔罗斯缴纳贡赋的,应向欧墨奈斯缴纳同等数额;而向安条克缴纳贡赋的,则仅免除这些城市的贡赋。
§21.24.9δόντες δὲ τοὺς τύπους τούτους ὑπὲρ τῆς ὅλης διοικήσεως, ἐξέπεμπον τοὺς δέκα πρὸς Γνάιον τὸν ὕπατον εἰς τὴν Ἀσίαν.
在为整个行政管理制定了这些大纲之后,他们将这十名使节派遣到亚洲的执政官格奈乌斯那里。
§21.24.10ἤδη δὲ τούτων διῳκημένων, προσῆλθον αὖθις οἱ Ῥόδιοι πρὸς τὴν σύγκλητον, ἀξιοῦντες περὶ Σόλων τῶν Κιλικίων· διὰ γὰρ τὴν συγγένειαν ἔφασαν καθήκειν αὑτοῖς προνοεῖσθαι τῆς πόλεως ταύτης.
在这些事情处理完毕后,罗得斯人再次来到元老院,就基利家的索里提出请求;因为他们声称,由于亲缘关系,照顾这个城市是他们的责任。
§21.24.11εἶναι γὰρ Ἀργείων ἀποίκους Σολεῖς, καθάπερ καὶ Ῥοδίους· ἐξ ὧν ἀδελφικὴν οὖσαν ἀπεδείκνυον τὴν συγγένειαν πρὸς ἀλλήλους.
因为他们说明了索里人同罗得斯人一样,都是阿尔戈斯人的殖民者;由此他们证明了彼此之间具有兄弟般的亲缘关系。
§21.24.12ὧν ἕνεκα δίκαιον ἔφασαν εἶναι τυχεῖν αὐτοὺς τῆς ἐλευθερίας ὑπὸ Ῥωμαίων διὰ τῆς Ῥοδίων χάριτος.
因此,他们声称,通过罗得斯人的好意,使索里人从罗马人那里获得自由是公正的。
§21.24.13ἡ δὲ σύγκλητος διακούσασα περὶ τούτων εἰσεκαλέσατο τοὺς παρʼ Ἀντιόχου πρεσβευτάς, καὶ τὸ μὲν πρῶτον ἐπέταττε πάσης Κιλικίας ἐκχωρεῖν τὸν Ἀντίοχον· οὐ προσδεχομένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον διὰ τὸ παρὰ τὰς συνθήκας εἶναι, πάλιν ὑπὲρ αὐτῶν Σόλων ἐποιοῦντο τὸν λόγον.
元老院听取了这些陈述后,召集了安条克的使节,起初命令安条克撤出整个基利家;但当安提帕特一行人以这违反条约为由拒绝接受时,元老院便再次就索里一事与他们进行讨论。
§21.24.14φιλοτίμως δὲ πρὸς τοῦτο διερειδομένων τῶν πρεσβευτῶν, τούτους μὲν ἀπέλυσαν, τοὺς δὲ Ῥοδίους εἰσκαλεσάμενοι διεσάφουν τὰ συναντώμενα παρὰ τῶν περὶ τὸν Ἀντίπατρον καὶ προσεπέλεγον ὅτι πᾶν ὑπομενοῦσιν, εἰ πάντως τοῦτο κέκριται Ῥοδίοις.
但是,由于使节们对此顽强抵制,元老院打发走了他们,并召进罗得斯人,向他们说明了安提帕特一行人所提出的反对意见,并补充说,如果罗得斯人对此下定决心,他们将不惜承担任何后果。
§21.24.15τῶν δὲ πρεσβευτῶν εὐδοκουμένων τῇ φιλοτιμίᾳ τῆς συγκλήτου καὶ φασκόντων οὐδὲν ἔτι πέρα ζητεῖν, ταῦτα μὲν ἐπὶ τῶν ὑποκειμένων ἔμεινεν.
而当使节们对元老院的诚意表示感激,并表示不再有进一步的要求时,这件事便维持在原有的基础之上。
§21.24.16ἤδη δὲ πρὸς ἀναζυγὴν τῶν δέκα καὶ τῶν ἄλλων πρεσβευτῶν ὄντων, κατέπλευσαν τῆς Ἰταλίας εἰς Βρεντέσιον οἵ τε περὶ τὸν Σκιπίωνα καὶ Λεύκιον οἱ τῇ ναυμαχίᾳ νικήσαντες τὸν Ἀντίοχον·
正当十名使节及其他使节准备出发时,西庇阿一行人以及在海战中击败安条克的卢基乌斯等人,抵达了意大利的布伦特西翁。
§21.24.17οἳ καὶ μετά τινας ἡμέρας εἰσελθόντες εἰς τὴν Ῥώμην ἦγον θριάμβους.
几天后,他们进入罗马,举行了凯旋式。