§21.10.1ὅτι Ἀντίοχος ὁ βασιλεὺς εἰς τὸν Πέργαμον ἐμβαλών, πυθόμενος δὲ τὴν παρουσίαν Εὐμένους τοῦ βασιλέως καὶ θεωρῶν οὐ μόνον τὰς ναυτικάς, ἀλλὰ καὶ τὰς πεζικὰς δυνάμεις ἐπʼ αὐτὸν παραγινομένας, ἐβουλεύετο λόγους ποιήσασθαι περὶ διαλύσεως ὁμοῦ πρός τε Ῥωμαίους καὶ τὸν Εὐμένη καὶ τοὺς Ῥοδίους.
アンティオコス王はペルガモンに侵入したが、エウメネス王の到着を知り、また海軍だけでなく陸軍の部隊をも自分に向かって進軍してくるのを見て、ローマ人、エウメネス、そしてロドス人の一同と和平について交渉を行うことを企てた。
§21.10.2ἐξάρας οὖν ἅπαντι τῷ στρατεύματι παρῆν πρὸς τὴν Ἐλαίαν καὶ λαβὼν λόφον τινὰ καταντικρὺ τῆς πόλεως τὸ μὲν πεζικὸν ἐπὶ τούτου κατέστησε, τοὺς δʼ ἱππεῖς παρʼ αὐτὴν τὴν πόλιν παρενέβαλε, πλείους ὄντας ἑξακισχιλίων.
そこで彼は全軍を率いて出発し、エライアの近郊に到着した。 そして、その街の向かいにある丘を占拠すると、歩兵をその上に配置し、六千人を超える騎兵をその街のすぐ傍らに展開させた。
§21.10.3αὐτὸς δὲ μεταξὺ τούτων γενόμενος διεπέμπετο πρὸς τοὺς περὶ τὸν Λεύκιον εἰς τὴν πόλιν ὑπὲρ διαλύσεων.
自身はこれらの間に身を置き、街の中にいるルキウスの一行に向けて、和平に関する使者を送った。
§21.10.4ὁ δὲ στρατηγὸς ὁ τῶν Ῥωμαίων συναγαγὼν τούς τε Ῥοδίους καὶ τὸν Εὐμένην ἠξίου λέγειν περὶ τῶν ἐνεστώτων τὸ φαινόμενον.
ローマの将軍は、ロドス人たちとエウメネスを集め、現在の状況について各自の見解を述べるよう求めた。
§21.10.5οἱ μὲν οὖν περὶ τὸν Εὔδαμον καὶ Παμφιλίδαν οὐκ ἀλλότριοι τῆς διαλύσεως ἦσαν· ὁ δὲ βασιλεὺς οὔτʼ εὐσχήμονα τὴν διάλυσιν οὔτε δυνατὴν ἔφησε κατὰ τὸ παρὸν εἶναι.
エウダモスやパンフィリダスの一行は和平を嫌っていなかったが、王は、和平は現時点において不名誉であり、不可能でもあると語った。
§21.10.6"εὐσχήμονα γάρ" ἔφη "πῶς οἷόν τε γίνεσθαι τὴν ἔκβασιν, ἐὰν τειχήρεις ὄντες ποιώμεθα τὰς διαλύσεις;
「なぜなら」と彼は言った。 「私たちが壁の中に閉じ込められた状態で和平を結ぶとしたら、どうしてその結果が名誉なものになり得ましょうか。
§21.10.7"καὶ μὴν οὐδὲ δυνατὴν ἔφησε κατὰ τὸ παρόν·
また実に、現時点では不可能でもあります。
"πῶς γὰρ ἐνδέχεται, μὴ προσδεξαμένους ὕπατον, ἄνευ τῆς ἐκείνου γνώμης βεβαιῶσαι τὰς ὁμολογηθείσας συνθήκας;
というのも、執政官を迎えてもいないのに、彼の意向を伺うことなく、合意された条約を批准することなどどうしてできましょうか。
§21.10.8χωρίς τε τούτων, ἐὰν ὅλως γένηταί τι σημεῖον ὁμολογίας πρὸς Ἀντίοχον, οὔτε τὰς ναυτικὰς δυνάμεις δυνατὸν ἐπανελθεῖν δήπουθεν εἰς τὴν ἰδίαν οὔτε τὰς πεζικάς, ἐὰν μὴ πρότερον ὅ τε δῆμος ἥ τε σύγκλητος ἐπικυρώσῃ τὰ δοχθέντα.
これらに加えて、仮にアンティオコスとの間で合意の兆しが何らかの形で生じたとしても、民会と元老院が合意事項をあらかじめ承認しない限り、海軍部隊も陸軍部隊も自国へ帰還することは到底不可能です。
§21.10.9λείπεται δὴ καραδοκοῦντας τὴν ἐκείνων ἀπόφασιν παραχειμάζειν ἐνθάδε καὶ πράττειν μὲν μηδέν, ἐκδαπανᾶν δὲ τὰς τῶν ἰδίων συμμάχων χορηγίας καὶ παρασκευάς·
したがって、彼らの決定を心待ちにしつつ、この地で冬を越し、何も行わずに我々自身の同盟国が提供してくれる物資や備えを消費し尽くすことになります。
§21.10.10ἔπειτʼ, ἂν μὴ σφίσι παρῇ τῇ συγκλήτῳ διαλύεσθαι, καινοποιεῖν πάλιν ἀπʼ ἀρχῆς τὸν πόλεμον, παρέντας τοὺς ἐνεστῶτας καιρούς, ἐν οἷς δυνάμεθα θεῶν βουλομένων πέρας ἐπιθεῖναι τοῖς ὅλοις.
その上、もし元老院が和平を結ぶことをよしとしないならば、神々のご意向があれば戦い全体に終止符を打つことができるこの絶好の機会を逃した上で、再び最初から戦争をやり直すことになります。
§21.10.11"ὁ μὲν οὖν Εὐμένης ταῦτʼ εἶπεν·
」エウメネスはこのように述べた。
ὁ δὲ Λεύκιος ἀποδεξάμενος τὴν συμβουλίαν, ἀπεκρίθη τοῖς περὶ τὸν Ἀντίοχον ὅτι πρὸ τοῦ τὸν ἀνθύπατον ἐλθεῖν οὐκ ἐνδέχεται γενέσθαι τὰς διαλύσεις.
ルキウスはこの助言を受け入れ、アンティオコスの使者たちに対し、前執政官が到着する前には和平を結ぶことはできないと回答した。
§21.10.12ὧν ἀκούσαντες οἱ περὶ τὸν Ἀντίοχον παραυτίκα μὲν ἐδῄουν τὴν τῶν Ἐλαϊτῶν χώραν·
これを聞くと、アンティオコスの配下たちは、直ちにエライア人の土地を略奪し始めた。
§21.10.13ἑξῆς δὲ τούτοις Σέλευκος μὲν ἐπὶ τούτων ἔμεινε τῶν τόπων, Ἀντίοχος δὲ κατὰ τὸ συνεχὲς ἐπιπορευόμενος ἐνέβαλεν εἰς τὸ Θήβης καλούμενον πεδίον,
これに続いて、セレウコスはそれらの土地に留まったが、アンティオコスは行軍を続けて「テーベーの平野」と呼ばれる地に侵入した。
§21.10.14καὶ παραβεβληκὼς εἰς χώραν εὐδαίμονα καὶ γέμουσαν ἀγαθῶν ἐπλήρου τὴν στρατιὰν παντοδαπῆς λείας.
そして、豊かで財宝に満ちた土地に乗り込むと、彼はあらゆる種類の戦利品で軍を満たした。
—
—